PG 35, col. 884

μὶν γάρ ἐστι ῥευστὰ καὶ πρόσκαιρα, καὶ, ὥσπερ ἂν
παιδιᾷ ψήφων, ἄλλοτε εἷς ἄλλους μεταρῥιπτούμενα,
καὶ μετατιθέμεναυ καί οὐδὶν οὕτω τοῦ κατέχοντος
ἴδιον, ὡς ἢ μή χρόνῳ παυθῆναι (60), ἢ φθόνῳ μετα-
τεθῆναν τὰ δὲ ἑστῶτα καὶ μένοντα, καὶ οὔποτε ὑπο-
χωροῦντα, οὐδὶ μεταπίπτοντα, οὐδὲ σφάλλοντα τὰς
τῶν πεπιστευκότων ἐλπίδας. Ἀλλ’ ἐμοὶ μὲν καὶ διὰ
τοῦτο δοκεῖ, μηδὲν τῶν ἐνταῦθα ἀγαθῶν εἶναι πιστὸν
τοῖς ἀνθρώποις, μηδὲ πολυχρόνιον · ἀλλ’ εἴπερ τι
ἄλλο, καὶ τοῦτο καλῶς τῷ τεχνίτῇ Λόγῳ καὶ τῇ
πάντα νοῦν ὐπερεχούσῃ Σοφίᾳ μεμηχανῆσθαι, παί-
ζεσθαι ἡμᾶς ἰν τοῖς ὁρωμένοις, ἄλλοτε ἄλλως μετα-
ϐαλλομένοις καὶ μεταϐάλλουσι, καὶ ἅνω καί κάτω
φερομένοις τε καὶ περιτρεπομένοις, καὶ πρὶν ληφθῆ-
ναι ἀπιοῦσι καὶ φεύγουσιν· ’ίνα τὸ ἐν τούτοις ἄστα-
τον καὶ ἀνώμαλον θεωρήσαντες, πρὸς τὸ μέλλον μεθ-
ορμησώμεθα (61). Τί γὰρ ἂν ἐποιήσαμεν, ἰστῶτος
τοῦ εὖ πράττειν ἡμῖν, ὀπότε, οὐ μένοντος, τοσοῦτον
αὐτῷ προσδεδὲμεθα, καὶ οὕτως ἡμᾶς ἡ πέρὶ τοῦτο
ἠδονὴ καὶ ἀπάτη ἔχει δουλώσασα, ὥστε μηδὲν κρεῖτ-
τον, μηδὲ ὑψηλότερον τῶν παρόντων διανοεῖσθαι δύο
νασθαι (62), καὶ ταῦτα κατ’ εἰκόνα Θεοῦ γεγονεναι
καὶ ἀκούοντας καὶ πιστεύοντας, τήν ἄνω τε οὖσαν καὶ
πρὸς ἑαυτὴν ἕλκουσαν ;
KA'. Τίς σοφὸς, καὶ συνήσει ταῦτα; Τίς παρα-
δραμεῖται τὰ παρατρέχοντα; τίς προσθήσεται τοῖς
ἓπιμὲνουσι
; τίς περὶ τῶν παρόντων, ὡς ἀπιόντων
διανοηθήσεται ; τίς περὶ τῶν ἐλπιζομένων, ὡς ἱστα-
μὲνων ; τίς διαιρήσει τὰ ὄντα καὶτὰ φαινόμενα, καὶ
τοῖς μὲν ἕψεται, τῶν δὲ ὑπερόψεται ; τίς γραφὴν καὶ
ἀλήθειαν ;τίς τήν κάτω σκηνὴν, καὶ τὴν ἅνω πό-
λιν ; τίς παροικίαν καὶ κατοικίαν ; τίς σκότος ἀπὸ
τοῦ φωτός ; τίς ἰλὺν βυθοῦ και ἁγίαν γῆν ; τίς σάρ-
κα καὶ πνεῦμα ; τίς Θεὸν καὶ κοσμοκράτορα ςτῖς
θανάτου σκιὰν , καὶ ζωὴν τὴν αἰώνιον (63) ; τίς τοῖς
παροῦσι τὸ μέλλον ὠνήσεται ; τίς τῷ ῥέοντι πλούτῳ
τὸν μὴ λυόμενον ; τίς τοῖς ὁρωμένοις τὰ μὴ βλεπόμε-
να ; Μακάριος μὶν οὖν, ὅστις ταῦτα διακρίνων, καί
διαιρῶν τῇ τομῇ τοῦ Λόγου, τῇ διαιρούσῃ τὸ κρεῖτ-
τον ἄπὸ τοῦ χείρονος (64), ἀναϐάσεις ἐν τῇ καρδίᾳ
αὐτοῦ διατίθεται, ὥς πού φησιν ὁ θεῖος Δαϐὶδ, καὶ
τήν κοιλάδα τοῦ κλαυθμῶνος ταύτην φεύγων,
ὁπόση δύναμις (66), τὰ ἅνω ζητεῖ, καὶ σταυρούμινος
κόσμῳ μετὰ Χριστοῦ, Χριστῷ συνίσταται, καὶ Χρι-
στῷ συνανὲρχεται, τῆς οὐκέτι μεταπιπτούσης ζωῆς
οὐδὲ ἀπατηλῆς κληρονόμος· οῦ (67) μηκέτι δάκνων
6. 93 Coloss. III, 1.
(64) Κρεῖττον ἀπὸ ⁸τοῦ χείρονος. Billius, ι( virtu-
tema vitio secante distinguens, ι etc.
(65) Κοιλλάδα τοῦ κλαυθμῶνος ’ ταύτην. Regg, δ, ο,
d, εἰρη- κοιλάδα ταύτην τοῦΑκλαυθμῶνος.
(ὃϐὶὉπόση δύναμις. Billius, ἒ( quam celerrime
es . ››
otest. ››
Ξζῖἱέῥῦ. Sic Regg. a, bm, ph, etc. Edit., οὔ [per-
r .
peram].

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.