PG 38, col. 353

λὴμ καὶ λῃσταῖς περιέπεσεν, οἱ καὶ ἐκδύσαντες αὐτὸν
καὶ πληγὰς πολλὰς ἐπιθέντες κατέλιπον ἡμιθανῆ·
κατὰ συγκυρίαν δὲ Aευῖτης καὶ ἱερεὺς παριόντες,
κατέλιπον αὐτὸν ἀνηλεεῖ ψυχῇ· Σαμαρείτης δὲ πλη-
σίον ἐλθὼν καὶ τοῦτον ἰδὼν ἠλέησε, πολλὰ δὲ ταῖς
πληγαῖς ἐπιθέμενος φάρμακα, κάπὶ τὸ ἴδιον ἐπιβι-
βάσας κτῆνος, τῷ πανδοχεῖ μετὰ καὶ τῆς δεούσης
ἐπιμελείας καταλιμπάνει· τὸν γοῦν ὀδοιπόρον τὴν
ψυχήν φησιν ὁ Θεολόγος, τὸν βίον τουτονὶ διαπερῶ-
σαν· ἀπὸ τῆς Ἰερουσαλὴμ κατιοῦσαν δὲ τῆς ἀρετῆς
φησι· λῃστὴν δὲ τὸν διάβολον λέγει, πάλαι μὲν ἀπο-
γυμνώσαντα τοῦ Θεοῦ τὸν Ἀδὰμ, τοῖς δὲ ἐξ Ἀδὰμ
πᾶσι τὸν αὐτὸν ἐπαναδεδεγμένον, καὶ Θεοῦ γυμνοῦν
ἀμιλλώμενον.
X3 Πυνθάνομʼ ὡς δύο φῶτε, μέγα πνείων αρι-
394 Ἡδὲ τελώνης,sίςθερόν ἀναβάντε. [σαῖος,
Παραβολικῶς καὶ τοῦτό φησιν ὁ Σωτὴρ ἐν τοῖς
Εὐαγγσλίοις, ὅτι δύο ἄνδρες ἀνέβαινον εἰς τὸ ἱερὸν
προσεύξασθαι, ὁ εἶς Φαρισαῖος, ὁ δὲ ἕτερος τελώνης·
ἀλλʼ ὁ μὲν Φαρισαῖος, νηστείαις καὶ δεκάταις καὶ ταῖς
ἄλλαις νομίμοις ἐντολαῖς μεγαλαυχῶν, καὶ τοῖς ἄλλοις
συγκρίνων ἑαυτὸν ἀνθρώποις, λόγοις δὲ καὶ τὸν τε-
λώνην ἀποφαυλίζων, ἄτιμος ἀποπέμπεται· ὁ δὲ τε-
λώνης τὸ στῆθος ταῖς χερσὶ πατάσσων, ἐκπροχέων
τε δάκρυα θερμὰ καὶ τὸν Θεὸν αὐτῷ τοῖς ἐπταισμέ-
νοις εὐμενῆ γενέσθαι λισσόμενος, ἀφέσεως κατηξίω-
ται, τοῦ Θεοῦ τῷ ταπεινουμένῳ μᾶλλον, ἢ τῷ τυφου-
μένῳ, προσεσχηκότος.
426.... Τερῆς Ἀσνης ἐμμήσατο φωνήν.
Ἀννα μήτηρ ἐστὶ Σαμουὴλ τοῦ προφήτου, στεῖρα
δὲ οὕσα καὶ πικρῶς δδυρομένη, κατέστη εἰς Σηλώμ,
ἔνθα ἦἦν ἡ κιβωτὸς διαθήκης Κυρίου· προσευξαμέ-
νης δὲ ταύτης, τὸν Σαμουὴλ αὐτῇ παρέσχεν ὁ Θεός·
αὐτὸς δὲ καθʼ ὑπόσχεσιν τῆς μητρὸς λειτουργεῖν
ἀφιεροῦται Θεῷ, καὶ τῇ σκηνῇ προσάγεται τοῦ μαρ-
τυρίου νήπιος ὦν· Ἐλκανᾶ ὄνομα τῷ πατρὶ αὐτοῦ.
ἐ32.... Nῦν αδτʼ ἐναρίᾶμιός εθμι θεβήλος,
ε33 λεὶ σοῦ θεράποντος ἀγακλέος υlέσι μάρ-
[γοις·
ἐ34 Cl θυσίαις καθαρξσιν ἐπέχραον ἄφρονι θιμῶ,
Deus eum qui sese humiliat magis respicit quam qui se extollit.
ejus Eleana vocabatur.
nimirum omnes. qui sacra offerrent Deo ex tota Eli familia, uno die perituros esse.

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.