PG 39, col. 112

Xν.
Deus est secundum carnem. fpse enim eam fora-
vit in irgine, ipse eam anxit in Jordane, ipse eam
prædicarit, ipse eam glorificavit in Passione, ipose
eam suscitavit a mortuis, in nube vacua evexi,
dexrtera sede dignam faciens. Hæc enim omrnia
qui ascendit ad Patrem sumens habet, non qui
est in Patre. Et in hoc loco accusetur, quod non
eum cui est in Patre , dirit esse qui ascendit
ad Patrem.
xν.
Πρὸς Σέλευκον τὸν ἔκγονον ραανοῦ τοῦ
στρατηλάτου.
Πιστεύω εἰς ἕνα Θεὸν ἐν τρισὶ γνωριζόμενον προσ-
ώποις· αἴτιον καὶ δημιουργὸν τῶν ἀπάντων, ἀγένη-
τον, ἀκατάληπτον, ἀόρατον, ἀνεπινόητον, ἀπερίγρα-
φον, ἄτρεπτον, ἀναλλοίωτον, ἀθάνατον, ἀπαθῆ· μίαν
ἀρχὴν ἄναρχον· οὕτε ἐν ἐτέρῳ τιννὶ πάθους εἶναι δε-
κτικὴν φημί· πάντη γὰρ ἀπαθὴς τυγχάνει ἡ θεία φύ-
σις. Ἐνα γὰρ Θεὸν λέγω, τὸν ὅντως ὄντα Θεὸν, πολυ-
θεῖαν ἐλληνισμοῦ φεύγων. Ἐν τρισὶ δὲ προσώποις
γνωρίζεσθαι τὸν ἕνα, Ἰουδαῖσμοῦ ἐστιν ἀνατροπή.
Πατὴῳ γὰρ ἐν Υἱῷ, καὶ Υἰὸς ἐν Πατρὶ, καὶ Πνεῦμα
ἐν Τἱῷ καὶ Πατρὶ ὀμολογῶ. Προσκυνῶ δὲ Ἰησοῦν
Χριστὸν, συναῖδιον τῷ Πατρὶ κατὰ τὴν θεότητα· οὐκ
οὐσίας, οὐχ ὑπάρξεως τρόπον, νεότερον τοῦ Πατρὸς
πατὰ τὴν θεότητα. Ὡσαύτως δὲ καὶ τὸ Πνεῦμα τὸ
ἄγιον. Τὸν μὲν γὰρ Τἱὸν φημὶ γεγεννημένον ἀχρόνως
καὶ ἀνάρχως, συνυπάρχοντα ἀεὶ τῷ Πατρὶ κατὰ τὴν
θεότητα. Τὸ δὲ Πνεῦμα τὸ ἅγιον ἐκπορευόμενον ἐκ
τοῦ Θεοῦ καὶ Πατρὸς ἀλδίως πιστεύω. Καὶ τὴν ἐκπό-
ρευσιν τοῦ Πνεύματος, οὐ φημὶ γέννησιν. Καὶ τὴν
γέννησιν τοῦ Τἰοῦ, οὐ λέγω ἐκπόρευσιν. Ὁταν δὲ τῶν
λεγομένων ἡ ἀκολουθία ἀπαιτήσῃ, ἐνα Θεὸν λέγω, οὐ
τὰς ὑποστάσεις ἀρνούμενος· ἀλλὰ τῷ τοῦ Θεοῦ ὁνό-
ματι, τὸ κοινὸν τῆς οὐσίας σημαίνων. Ὁταν δὲ τὸ
ʼὁμοούσιον λέγω, οὐχ ἐνὸς προσώπου ὀμοουσιότητα,
ἀλλὰ τριῶν, φημί· Πατρὸς, Υἱοῦ καὶ ἀγίου Πνεύμα-
τος· ἐν γὰρ πρόσωπον ὀμοούσιον ἐαυτῷ οὐ λέγεται·
ἀλλὰ Πατὴρ, ἱὸς καὶ Πνεῦμα. Ἡ δὲ διαφορὰ ἐν
προσώποις, οὐκ ἐν τῇ οὐσίᾳ· τὸ γὰρ, Πατὴρ, Υἱὸς
καὶ Πνεῦμα τὸ ἅγιον, τρόπου ὑπάρξεως ἤτουν σχέ-
σεως ὀνόματα, ἀλλʼ οὐκ οὐσίας ἀπλῶς. Δηλώσει, ὁ τὸ
οὖν εἶναι τοῦ Πατρὸς, τὸ, Θεός. Τὸ δὲ τινὸς εἶναι,
τὸ, Ὁ Πατήρ· καὶ τὸ δὲ τινὸς εἶναι τοῦ Θεοῦ, τὸ,
Θεός. Τοῦ δὲ τινὸς εἶναι τοῦ, 7ός. Ὡσαύτως καὶ τὸ
Πνεῦμα τὸ ἅγιον. Ὡν δὲ τὸ εἶναι ταυτὸν, τούτων ἡ
οὐσία μία. Ταῦτα μὲν περὶ τῆς ὁμοουσίου Τριάδος
κατὰ τὴν ἐμὴν δύναμιν εἰρείσθω.·
(1I) Dens dicitur. Codex Veon. ex coilatio e

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.