PG 39, col. 25

Καὶ βαλὼν θυμιαμα ανεεριω-,ε μεγάλῃ τῇ φωνῇ ὁ
διάκονος· Ὡρθοὶ πάντες. Καὶ ἐσαλεύθη τὸ παλά-
τιον ὅλον, καὶ ἐξέστησαν ἅπαντες. Πλησίον δὲ γενό-
μενος τοῦ βασιλέως, ἔφη· Ελρήνη τῷ βααιλεῖ τὸ
δὲ παιδίον παρέδραμε. Καὶ ὁ βασιλεύς· Ἀμφιλόχιε·
ναὶ, φησὶ, διὰ τί ἐνύβριεας τὸ βασίλειόν μου, καὶ
ἐμοὶ μὲν ἀπέδωκας τὴν εἰρήνην, τὸν δὲ υἱόν μου
παρῆλθες; Οὐκ οἶδας ὅτι καὶ οὗτος μετʼ ἐμοῦ βασι-
λεύσει; Καὶ ὁ Ἀμφιλόχιος ἀποκριθεὶς εἶπεν· Ἀκου-
σόν μου, βασιλεῦ ἀγαθώτατε· εἰ σὺ, ὁ σύνδουλός μου,
ὁ σήμερον ὦν καὶ αὕριον μὴ ὑπάρχων, ἡγανάκτησας
ὑβριζομένου τοῦ υἱοῦ σου, ὁ δὲ Θεὸς ὁ οὐράνιος οὐκ
ἀγανακκτήσει ὑβριζομένου τοῦ Υἱοῦ αὐτοῦ; Καὶ ὁ
βασιλεὺς ἔφη· Ἀναιδέστατε γέρων καὶ κύων, διὰ
τί ἀγανακτήσει; Καὶ ὁ Ἀμφιλόχιος ἔφη· Βασιλεῦ
ἀγαθώτατε, ἄκουσον τοῦ παιδός σου· τὸ μὲν γῆρας,
διὰ τῶν χρόνων· ἡ δὲ ἀναιδία, διὰ τοὺς ἀτάκτους·
κύων δὲ, ὅτι τρεῖς λῃστὰς θεωρῶν, οὐ παύομαι ὑλα-
κτῶν· λέγω δὴ Εὐνόμιον, Ἀρειανὸν καὶ Μακεδόνιον·
οὕς ἐκκόψει Κύριος ἐκ τοῦ λαοῦ τούτου, ὅτι ἐνύβρι-
σαν αὐτοῦ τὴν θεότητα. Καὶ ὁ βασιλεὺς ἐν ἑαυτῷ
γενόμενος, εἶπεν · Ἀληθῶς εἰρηκεν ὁ γέρων οὗτος.
Εἰ γὰρ ἐγὼ ἠγανάκτησα ὑβριζομένου τοῦ υἰοῦ μου·
ὁ οὐράνιος Θεὸς οὐκ ἀγανακτήσει, ὑβριζομένου τοῦ
Τἰοῦ αὐτοῦ; Πολλῷ μᾶλλον ἀγανακτήσει καθʼ ἡμῶν.
Καὶ λέγει ὁ βασιλεὺς τοῖς παρεστῶσιν αὐτῷ· Κατα-
σπάσατε αὐτοὺς ἀπὸ τῶν θρόνων αὐτῶν. Ἡσαν γὰρ
παρακαθήμενοι οἱ διδάσκαλοι τῆς ἀπωλείας οἱ τρεῖς.
Καὶ ὁ δῆμος ἔκραζον, λέγοντες· Τὰς κεφαλὰς αὐ-
τῶν ἀποτμηθήτωσαν ξίφει. Ὁ δὲ Ἀμφιλόχιος εἶπε·
Κύριε βασιλεῦ, μὴ κελεύσῃς τοῦτο γενέσθαι, ἀλλὰ
δέομαί σου τοῦ κράτους, ἐξορισθῆναι αὐτοὺς ἔκαστον
ἐν τῇ ἰδίᾳ πατρίδι. Καὶ προσέταξεν ὁ βασιλεὺς, γε-
νέσθαι καθὼς ἔταξεν ὁ πατὴρ ἡμῶν Ἀμφιλόχιος. Ὁ
δὲ δῆμος ἔκραζεν λέγων· Εἰς τὸ ἐξώτερον πῦρ ἀπελ-
θέτωσαν. Καὶ παραλαβόντες αὐτοὺς, καὶ πληγὰς
ἐπιθέντες, ἐθριάμβευσαν αὐτοὺς ἐν τῇ πόλει λέγον-
τες· Οὕτοί εἰσιν οἱ ἐχθροὶ τοῦ Θεοῦ, καὶ τῶν Χρι-
στιανῶν· καὶ ἐπιβάντες αὐτοὺς εἰς τὴν ἐπτάλωφον,
ἐξεδίωξαν αὐτοὺς μετὰ τῶν μαθητῶν αὐτῶν εἰς τὰς
χώρας αὐτῶν. Τὸν δὲ δοῦλον τοῦ Θεοῦ Ἀμφιλόχιον,
χρήματα πολλὰ δοὺς αὐτῷ ὁ βασιλεὺς Θεεδόσιος,
ἀπέλυσεν αὐτὸν ἐν τῇ ἰδίᾳ πόλει, εὐλογηθεὶς ὑπʼ
αὐτοῦ, καὶ πᾶσα ἡ σύγκλητος. θμοίως καὶ πάντες οἱ
ἐπίσκοποι ἀπῆλθον εἰς τὰς πόλεις αὐτῶν. Ὁ δὲ Ἀμ-
τὸν Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
(a) Senex impudentissime et canis. Ἀναιδέστατε
γέρων καὶ κύων. Procacius quam pro imperatoris
moderatione, et reverentia tanti senis. Adde fnisse
Τncodos-ium, quanquam virum a dmirabilem, prom-
ptioris iræ, quod præter cædem Τhessalonicensium,
etiam indicta ab Ambrosio illius occasione pœna,
innuit. Soxomenus ait tantum jussum foras extur-
bari cum contumelia.
(bl Jmpositosque in vehiculum. Ἐπιβάντες εἰς τὴν
ἐπτάλωφον. Non habuimus quo eam vocem meliυs
redderemus : ἀπὸ τοῦ λωφᾷν· Onere levor. Num sit

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.