PG 40, col. 176

τὸν γέροντα τοῦτον τιμὴ είς τὸν Σωτῆρα τὴν ἀνα·-
φοράν ἔχειν, τὸν κριτὴν ὄντα καὶ μισθαποδότην τῆς
ἀρετῆς, καὶ τῇ θεραπευτικῇ φωνῇ προσκαλούμενον
τοὺς δικαίους, καὶ λέγοντα · Δεῦτε, οί εὐλογημένοι
τοῦ Πατρός μου· κληρονομήὰατε τὴν ἡτοιμα-
σμένην ὐμῖν βασιλείαν.
Ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχόν. Διπλῆ τις
ἐστὶν ἡ περὶ τὸν πτωχὸν σημασία* ή μὲν δηλοῦσα
τῶν ἀναγκαίων τὴν ἔνδειαν ° ἡ δὲ τὴν μετριοφρο·
σύνην καὶτοῦ ἤθους τὴν ταπεινότητα. Μὴ τοίνυν
ὁ τῶν ὑλῶν ἀπόρως ἔχων, καὶ πενόμενος ἀργυρίου,
ἠμφιεσμένος δὲ τὴν ἐλεεινὴν ἐφεστρίδα, οἱκειούσθω
τῆς ἀρετῆς τὸν ἔπαινον, μηδὲ νομιζέτω ἀρκέσειν
αὐτῷ τὴν ἔνδειαν πρὸς σωτηρίαν. Οὐ γὰρ ὁ κατ’
ἀνάγκην πενόμενος ἐπαινεῖται· ἀλλ’ ὁ τὴν γνώμην
αὐθαιρέτως μετριάζων θαυμάζεται. Ἐπεὶ τοῖς
ἀπορουμένοις ἁπλῶς, ἔχουσι δὲ τὸν τρόπον ἀδιαγώ-
γητονῆ ἀκατόρθωτον, ἐφόδιον γίνεται πολλῶν καὶ
πονηρῶν τολμημάτων ἡ πρὸς ἀνάγκην ἀκτημοσύνη.
Καὶ πάντας ἐγὼ τοὺς τοιχωρύχους καὶ ἀνδραποο
διστὰς, ἔτι μὴν λωποδύτας, καὶ κλέπτας, καὶ τοὺς
ἀνδροφόνους αὐτοὺς, εί ποτε παρέϐαλον ἀρχοντικῷ
κριτηρίῳ, πένητας ἐθεασάμην, ἀγνώστους, ἀοίκους,
ἀνεστίους. Ὠς ἐκ τούτου πρόδηλον εἶναι, ὅτι μα-
καρίζει νῦν ἡ Γραφῇ τὸν πτωχὸν ἐκεῖνον τὸν φιλο-
σόφῳ ψυχῇ τοὺς μόχθους βαστάζοντα· καρτεροῦντι
δὲ γενναίως πρὸς τὰς περιστάσεις τοῦ βίου, καὶ
οὐδὲν κακουργοῦντα πονηρὸν, ἵνα τῇ σαρκὶ χαρί-
σηται τῆς τρυφῆς τὴν ἀπόλαυσιν. Ὃν καὶ⁹ σαφέστεο
ρον διαγράφει ὲν τῷ πρώτῳ τῶν μακαρισμῶν ὁ
Κύριος, λέγων· Μακάριοι οὶ πτωχοὶ τῷ πνεύματι.
Ούτε οὖν πᾶς πτωχὸς δίκαιος , ἀλλ’ ἐκεῖνος οἷος ό
Λάζαροςο οὔτε πᾶς πλούσιος ἀπεγνωσμένος, ἀλλ’ ὁ
μετά τοιαύτης ζῶν προαιρέσεως, οἵαν εἶχεν ὁ τοῦ
Λαζάρου σύγχρονος, καὶ τούτου οἱδιά τῆς πείρας
τοῦ βίου μάρτυρες πρόδηλοι. Τί γὰρ τοῦ θείου Ἰὼϐ
πλουσιώτερον; Ἀλλ’ ὅμως ἡ είς ἄγαν εὐπορία τὸν
ἄνδρα, οὔτε τῆς δικαιοσύνης ὴλλοτρίωσεν, οὔτε,
συλλήϐδην εἰπεῖν, τῆς ἀρετῆς ἐξώρισεν. Τί τοῦ
Ἰσκαριώτου πενέστερον; Οὐδὲν ἀπώνατο τῆς ἐν-
δείας είς σωτηρίανο ἀλλά τοῖς ἕνδεκα πένησι καὶ⁵
φιλοσόφοις συνδιαιτώμενος, καὶ αὐτῷ γε τῷ Κυρίῳ,
τῷ δι’ ἡμᾶς αὐθαιρέτως πτωχεύσαντι, κακία προαι-
ρέσεως είς φιλαργυρίαν παρενεχθεὶς, ἐκεῖθεν καὶ
τὴν προδοσίαν ὲρᾳδιούργησεν.
’Ἄξιον δὲ καὶ τὴν ἐκφορὰν ἐκατέρου τῶν τεθνηκό-
των συνετῶς δοκιμάσαι. '0 μὲν γὰρ πτωχὸς ,κοιμηθεὶς
ἀγγέλους εἶχεν δορυφόρους καὶ θεραπευτὰς, ἄγοντας
αὑτὸν μετὰ καλῆς τῆς ἐλπίδος εἴς τὸν τόπον τῆς ἀνα-
παύσεως’ ό δὲ πλούσιος ἀποθανὼν, φησιν, ἐτάφη.
τοῖς ἀπορουμένοις ἁπλῶς, at] superiora; unaque illa
voce reddens, in paupertate, quOd valde jejunum ac
angustqu paupertate est.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.