PG 43, col. 901

Πᾶσιν Ἰουδαίοισιν ἀθέσφατος ἔννομος ἠὼς
Φέγγεος έδδομάτοιο, τόπερ δεδάασι γεραίρειν.
5'2 Kal. στρατὸς ἐγγὺς ἵκανε μιαιφόνος* ὑψιτενῆ δέ
Πρώτου μὲν διέτεμνεν ἀλοιητῆρι σιδήρῳ
Μειλιχίου πόδα δισσόν · ἐπὶ σταυρῷ δὲ δεθέντος
Ἀλλου νυκτιλόχου διδύμους πόδας ἄορι κόψας,
Δεύτερον ἐπρήνιξεν ἐπεσϐόλον ὀξέϊ πότμῳ.
33 Ἰησοῦν δ’ ὅτε νεκρὸν ἐσέδρακον, οἷα θανόντος,
Οὐ πόδας ὴλοίησαν ὁμόζυγας ὴθάδι χαλκῷ*
54 Ἀλλὰ θορὼν ἀκίχητος ἀνὴρ ἁνεμὼδεῖ λόγχῃ, “
Πλευρὴν πᾶσι μέλουσαν ἀφειδέῖ νύξε μαχαίρῃ ·
Καὶ διδύμαις λιϐάδεσσιν ἀπὸ πλευροῖο τυπέντος
Πρῶτα μὲν αἷμα χύθη, μετέπειτα δέ θέσκελον ὕδωρ.
55 ’Δνὴρ δ’ ὅστις ὄπωπεν, πιστώσατο μύθῳ
Παρτυρίην ἀτίνακτον ’ ἁριστονόοιο δὲ κείνου
Ἴδμεν ὅτι ζαθέη καὶ ἐτήτυμος ἔπλετο φωνή.
36 Ταῦτα δὲ πάντα πέλεσκεν, ὅπως ἔπος ἔμπεδον εῐη
Ὃ ζαθέῃ φόρμιγγι μελίπνοος ἔννεπε μολπὴ,
Χρωτὸς ἀμωμήτοιο προάγγελοςο Οὐδὲν ἀπ’ αὑτοῦ
Κεκριμένων μελέων τετριμμένον ὀστέον ἔσται.
37 Kal. φέρεται λόγος ἄλλος. ὃν ἔννεπε θέσκελος ἀνήρ ·
Ὄψονται πρὸς ἐκεῖνον δν οὕτασαν, ὅστις ὀπάσσει,
Ποινὴν ὀψιτέλεστον ἀμοιόάδα κέντορι λόγχῃ.
38 Καὶ Πιλάτον μετέπειτα λαθὼν ἱκέτευεν Ἰωσὴφ,
206 Τάρῦος Ἰουδαίων πεφυλαγμένος· ὃς ῥα κα
[αὐτὸς
Ἀπροῖδὴς Χριστοῖο φιλήκοος ἔσκε μαθητὴς,
Ἐκ στόματος ζαθέοιο σοφὸν γάλα πιστὸν ἀμέλγων.
Οὗτος ίὼν ἱκέτευεν, ὑπωρόφιον γόνυ κάμπτων,
Ὀρχαμον αἰτίζων νέκυν ἔνθεον ⁸ αὐτὰρ 6 χαίρων
Νεκρὸν ἀειζώοντα θεουδέῖ δῶκε φορῆῖ.
Καὶ ποδὶ σιγαλέῳ νεκυοστόλος ἦλθεν Ἰωσήφ.
Ἐγγύθι δέ σταυροῖο πεπηγμένον ἄκρον ἐρείσας,
Δίζυγα χαλκὸν ἔλυσεν ἀκαχμένον όξέῖ δεσμῷ,
¹Καὶ νέκυν ἐστηῶτα κατήγαγε δείελος ἀνὴρ,
Μρτον ἐλαφρίζων θεοδέγμονι κείμενον ὤμῳ.
39 'flme δὲ καλ⁸ Νικόδημος, ὃς ἣλυθε νυκτὸς ὁδίτης
Ἐς μέγαρον Χριστοίο, φυλασσομένῳ ποδὶ βαίνων,
Σμύρναν ᾆγων θυόεσσαν, ὲρυθραίοιο δὲ κήπου
Ἰνδῴης ἀλόης δονακοτρεφὲς ἔρνος ἀρούρης,
Δίτρας τὰς καλέουσι φατιζομένῳ τινὶ μέτρῳ
’Ᾱχρι μιῆς ζαθέης ἐκατοντάδος. 40 ’Ὧν ἅμα καρπῷ
52 Ἦλθον οὖν οἱ στρατιῶται. καὶ τοῦ μὲν πρώτου
κατέαξαν τὰ σκέλη, καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέν-
τος αὐτῷ·
33 Ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες, ὡς εἶδον αὐτὸν
ἤδη τεθνηκότα, ού κατέαξαν αὑτοῦ τὰ σκέλη ·
54 Ἀλλ’ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν
πλευρὰν ἕνυξε, καὶ εὐθὺς ἐξῆλθεν αἷμα καὶ ὕδωρ.
55 Καὶ 6 ἑωρακὼς μεμαρτύρηκε, καὶ ἀληθινὴ αύ-
τοῦ ἐστιν ὴ μαρτυρίαι κάκεῖνος οἶδεν ὅτι ἁληυῆ λέγει,
ἵνα ὑμεῖς πιστεύσητε ·
36 Ἐγένετο γὰρ ταῦτα ἵνα ἠ Γραφὴ πληρωθῇ
Ὀστοῦν ού συντριϐήσεται αὑτοῦ.
Ρηιιοι.. Gn. XLIII.

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.