PG 44, col. 1000

ροπλάσιον τοῦ καταληφθέντος ὲστί · διὰ τοῦτο ὤφθη
πολλάκις τῇ ψυχῇ ὁ νυμφίος, καὶ ὡς μηδέπω ὲν
ὀφθαλμοῖς γενόμενος, ὀφθήσεσθαι τῇ νύμφῃ διὰ τῆς
φωνῆς ἐπαγγέλλεται. Ὠς δ’Ι ἂν σαφέστερον ἡμῖν τὸ
νόημα γένοιτο, εἰκόνα τινὰ δι’ ὑποδείγματος προσθήσω
τῷ λόγῳ. ’Ὠσπερ γὰρ εί τις πλησίον ἐκείνης γένοιτο
τῆς πηγῆς, ἣν ἀναϐαίνειν εἶπεν ὲκ τῆς γῆς κατ’ ἀρ-
χὰς ὴ Γραφὴ, τοσαύτην οὖσαν ’τὸ πλῆθος, ὡς ἅπαν
τῆς γῆς ἐπικλύζειν τὸ πρόσωπον. Θαυμάσει μὲν ὕ
τῇ πηγῇ πλησιάσας τὸ ἄπειρον ὕδωρ έκεῖνο, τὸ πάν-
τοτε αὐτῆς ἀνομϐροὼ τε καὶ⁵ προχεόμενον ο οὐ μὴν ετ-
ποι ἂν ὅλον ἑωρακέναι τὸ ὕδωρ. Πῶς γὰρ ἂν ῐδοι τὸ
ἐπὶ τοῖς κόλποις τῆς γῆς ὲγκρυπτὸμενον; Ὥστε κᾶν
ἐπιπολὺ παραμείνῃ τῷ βρύοντι , ἀεὶ ὲν ἀρχαῖς ἐστι
τῆς θεωρίας τοῦ ὓδατος. Ού γὰρ παύεται τὸ ὕδωρ
ἀεί τε ῥέον, καὶ ἀεὶ τοῦ βρύειν ἀρχόμενον. Οὕτως ὁ
πρὸς τὸ θεῖον έκεῖνο καὶ ἀόριστον κάλλος βλέπων,
ἐπειδὴ τὸίπάντοτε εὑρισκόμενον, καινότερόν τε καὶ
παραδοξότερον πάντως παρὰ τῷ εῖδει κατειλημμένον
ὁρᾶται, θαυμάζει μὲν τὸ ἀεὶ προφαινόμενον, οὐδέ-
ιε δὲ ἵσταται τῆς τοῦ ἰδεῖν ἐπιθυμίας, διὰ τὸ παν-
τοῦ ὁρωμένου μεγαλοπρεπέστερόν τε καὶ θειότε-
εῖναι τὸ προσδοκώμενον. Διὰ τοῦτο οὖν καὶ ἐνταῦθα
ύμφη ἀεὶ θαυμάζουσά τε καὶ έκπλησσομένη τδ
υσκόμενον, οὐδέποτε ὲν τοῖς ἐγνωσμένοις ἵστησι
θεωρουμένου τὸν πόθον. Θῦ χάριν καὶ νῦν ὡς ἔτι
οκροτοῢντος τοῦ Λόγου αἰσθάνεται, καὶ πρὸς τὴν
ὑπακοῆν διανίσταται καί φησι, Φωνὴ τοῦ ἀδελφιδοῦ
μου κρούει ἐπὶ τὴν θύραν. Εἶτα ἡσυχίαν ταῖς ἀκοαῖς
ὲνδοῦσα, ἀκούει τοῦ διὰ τῆς φωνῆς προσηχήσαντος
Λὸλου· ό δὲ λόγος τοιοῦτός ἐστιν · Ἅνοιξόν μοι, ἀδελο
φή μου, ἠ πλησίον μου, περιστερά μου, τελεία
μου· ὅτι ἠ κεφαλή μου ἐπλήσθη δρόσου, καί οι
,βόστρυχοι μου ψεκὰδων νυκτός. Τούτου δὲ τὴν
διάνοιαν οὕτως ἄν τις καταλάϐοι τῇ θεωρίᾳ. Τῷ με-
γάλῳ Μωῦσεί διὰ φωτὸς ἤρξατο ἡ τοῦ Θεοῦ ἐμφάνεια·
μετὰ ταῦτα διὰ νεφέλης αὐτῷ διαλέγεται., Εἶτα ὑψη-
λότερος ἤδη καὶ τελειότερος γενόμενος, ὲν γνόφῳ τδν
ν βλέπει. Ὂ δὲ διὰ τούτου μανθάνομεν τοιοῦτόν
ἐστιν · Ἦ πρώτη ἀπὸ τῶν ψευδῶν καὶ πεπλανημένων
πε pi. Θεοῦ ὑπολήψεων ἀναχώρησις, ὴ ἀπὸ τοῦ ’σκότους
εἰς’ φῶς ἐστι μετάστασις. Ἦ δὲ προσεχεστέρα τῶν
κρυπτῶν κατανόησις,ή διὰ τῶν φαινομένων χειραγω-
γοῦσα τὴν ψυχὴν πρὸς τὴν ἀόρατον φύσιν, οἷόν τις
νεφέλη γίνεται, τὸ φαινόμενον μὲν ἅπαν ἐπισκιά-
ζουσαέ πρὸς δὲ τὺ κρύφιον βλέπειν τὴν ψυχὴν χειρ-
αγωγοῦσα καὶ συνεθίζουσα. Ἦ δὲ διὰ τούτων ὁδεύουσα
πρὸς τὰ άνω ψυχὴ, ὅσον ἐφικτόν ἐστι τῇ ἀνθρωπίνῃ
φύσει, τὰ κάτω καταλιποῦσα, ἐντὸς τῶν ἀδύτων τῆς
θεογνωσίας γίνεται. τῷ θείῳ γνόφῳ πανταχόθεν δια.
ληφθεῖσα · έν ᾧ τοῦ φαινομένου τε καὶ καταλαμδαι

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.