PG 44, col. 1001

rmiger οὗ ἦν ὁ Θεός.
Τούτων δὲ ἡμῖν οὕτω θεωρηθέντων, σκεπτέον ἂν
εἴη καὶ τῶν προκειμένων ἡμῖν ῥητῶν τὴν πρὸς
τά εἰρημένα συγγένειαν. Ἦν ὅτε μέλαινα ἦν ἡ
νύμφη, τοῖς ἀφωτίστοις δόγμασιν ὲσκοτισμένη , πα-
ραδλέψαντος αὐτὴν τοῦ ἡλίου, τοῦ διὰ τῶν πειρασμῶν
τὴν ἄρριζον ἐπὶ τῶν πετρῶν σποράν ὲπικαίοντος·
ὅτε τῶν ἐν αὐτῇ μαχησαμένων ήττηθεῖσα, τὸν
ἀμπελῶνα τὸν ἑαυτῆς οὐκ ἐφύλαξεν ο ὅτι ἑαυτὴν
ἀγνοήσασα τὰς τῶν ἐρίφων ἀγέλας ἀντὶ τῶν προϐά-
των ἐποίμανεν. Ἀλλ’ ἐπειδὴ τῆς πρὸς τὸ κακὸν συμ-
φυΐας ἑαυτὴν ἀποστήσασα, διὰ τοῦ μυστικοῦ ἐκείνου Β
φιλήματος τῇ πηγῇ τοῦ φωτὸς προσαγαγεῖν τὸ στόμα
ἐπόθησε, τότε καλὴ γίνεται, τῷ φωτὶ τῆς ἀληθείας
περιλαμφθεῖσα, καὶ τὸ μέλαν τῆς ἀγνοίας άποκλυσα-
μένη τῷ ὕδατι. Εἶτα ἵππῳ ὁμοιοῦται διὰ τὸ εὔδρομον,
καὶ τῇ περιστερᾷ διὰ τὸ τάχος τῆς διανοίας. Δι’ ὧν
πᾶν τὸ καταλαμὸανόμενόν τε καὶ φαινόμενον ὼς ἵππος
διαδραμοῢσα, καὶ ὡς περιστερά διαπτᾶσα, πρότερον
μὲν τῇ σκιᾷ τοῦ μήλου μετὰ ἐπιθυμίας ὲπαναπαύευ
ται, μῆλον ἀντἰνεφέλης τὸ ἐπι σκιάζον κατονομάζουσα '
τῖον δὲ ἥδη ὑπὸ τῆς Θείας νυκτὸς περιέχεται, καθ’ ἣν
6 νυμφίος παραγίνεται μὲν, ού φαίνεται δέ. Πῶς γὰρ
ὲν νυκτὶ φανείη τὸ μὴ ὀρώμενον; ἀλλ’ αἴσθησιν μέν
τινα δίδωσι τῇ ψυχῇ τῆς παρουσίας, ἐκφεύγει δὲ τὴν
ἐναργῆ κατανόησιν τῷ ἀοράτῳ τῆς φύσεως ὲγκρυπτό-
μενος. Τίς τοίνυνέστὶν ἡ γινομένη τῇ ψυχῇ διά τῆς
νυκτὸς ταύτης μυσταγωγία; ’Ἀπτεται τῆς θύρας 6
Λόγος. Θύραν δὲ νοοῦμεν τὴν στοχαστικὴν τῶν ἀρρή-
των διάνοιαν, δι’ ἦς είσοικίζεται τὸ ζητούμενον. Ἐξω
τοίνυν ἑστῶσα τῆς φύσεως ἡμῶν ἡ ἀλήθεια διὰ τῆς ἐκ
μέρους γνώσεως, καθώς φησιν 6 Ἀπόστολος, ὲν ὑπο-
νοίαις τισὶ καὶ αἰνίγμασι θυροκρουστεί τὴν διάνοιαν,
Ἀνοιξοιν λέγουσα ο καὶ μετὰ προτροπῆς ύποτιθεμένη
τον τρόπον, ὅπως ἀνοιγῆναι προσήκει τὴν θύραν,
οἶόν τινας κλεῖς ὀρέγουσα, τὰ καλὰ ταῦτα ὀνόματα,
δι’ ὧν τὸ κεκλεισμένον ἀνοίγεται. Κλεῖδες γάρ εἰσιν
ἄντικρυς αἱ τῶν ὀνομάτων τούτων ἐμφάσεις, αἱ τὰ
κρυπτά διανοίγουσαι, ἀδελφὴ καὶ πλησίον καὶ περι-
στερά καὶ τελεία. Εἰ γὰρ βούλει σοι, φησὶν, ἀνοιγῆναι
τὴν θύραν, καὶ ἐπαρθῆναι τῆς ψυχῆς σου τὰς πύλας,
ἵνα εἰσέλθῃ 6 βασιλεὺς τῆς δόξης, χρὴ σε ἀδελφήν
μου γενέσθαι, ὲν τῷτά θελήματά μου τῇ ψυχῇ παρα-
δέξασθαι, καθὼς ὲν τῷ Εὐαγγελίῳ φησὶν ἀδελφὸν
αὐτοῦ καὶ ἀδελφὴν γίνεσθαι τὸν ἐν τοῖς θελήμασιν
αὐτοῦ ζῶντα. Χρὴ δέ σε καὶ προσεγγίσαι τῇ ἀληθείᾳ,
καὶ⁸ πλησίον γενέσθαι, ὥστε μηδενὶ μέσῳ διατειχίζε-
σθαι, καὶ ὲν τῇ φύσει τῆς περιστερᾶς ἔχειν τὸ τέ-
λε ιον · τοῦτο δέ ἐστι τὸ ἀνελλιπῆ καὶ πεπληρωμένην
εἶναι πάσης άκακίας καὶ καθαρότητος. Ταῦτα λα-
ϐοῦσα, ὦ ψυχὴ, οἷόν τινας κλεῖς τά ὀνόματα. ἄνοιξον
δι’ αὐτῶν τῇ ἀληθείᾳ τὴν εἴσοδον, ἀδελφὴ γενομένη
καὶ πλησίον καὶ περιστερὰ καὶ τελεία. Ἔσται δέ σου
³ι Exod. xxiv, 18. ³² lCor. nil, 12.
σΡΛτιιοι.. (in. XLIV.

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.