PG 44, col. 137

EAA AIoN E.
θει ὀμοίωμα τῆς θείας βαοιλείας ὁ ἄνδρωπος.
Τὸ δὲ θεῖον κάλλος οὐ σχήματί τινι, καὶ μορφῆς
εὐμοιρίᾳ, διά τινος εὐχροίας ἀγλαῖζεται, ἀλλʼ ἐν
ἀφράστῳ μακαριότητι κατʼ ἀρετὴν θεωρεῖται. Ὡσπερ
τοίνυν τὰς ἀνθρωπίνας μορφὰς διὰ χρωμάτων τινῶν
ἐπὶ τοὺς πίνακας οἱ γραφεῖς μεταφέρουσι, τὰς οἰ-
κείας τε καὶ καταλλήλους βαφὰς ἀπαλείφοντες τῷ
μιμήματι, ὡς ἂν διʼ ἀκριβείας τὸ ἀρχέτυπον κάλλος
μετενεχθείη πρὸς τὸ ὁμοίωμα· οὕτω μοι νόει καὶ τὸν
ἡμέτερον πλάστην, οἶόν τισι βαφαῖς τῇ τῶν ἀρετῶν
ἐπιβολῇ πρὸςτὸ ἴδιον κάλλοςτὴνείκόνα περιανθίσαντα,
ἐν ἡμῖν δεῖξαι τὴν ἰδίαν ἀρχήν. Πολυειδῆ δὲ καὶ ποι-
κίλα τὰ οἰονεὶ χρώματα τῆς εἰκόνος, διʼ ὧν ἡ ἀληθινὴ
ἀναζωγραφεῖται μορφὴ, οὐκ ἐρύθρημα καὶ λαμπρό-
της, καὶ ἡ ποιὰ τούτων πρὸς ἄλληλα μίξις, οὐδέ τινος
μέλανος ὑπογραφὴ ὀφρύν τε καὶ ὀφθαλμοὺς ὑπαλεί-
φουσα, καὶ κατά τινα κρᾶσιγ τὰ κοῖλα τοῦ χαρακτῆ-
ρος ὑποσκιάζουσα, καὶ ὅσα τοιαῦτα ζωγράφων χεῖρες
ἐπετεχνήσαντο· ἀλλʼ ἀνττὶ τούτων καθαρότης, ἀπά-
θεια, μακαριότης, κακοῦ παντὸς ἀλλοτρίωσις, καὶ
δσα τοῦ τοιούτου γένους ἐστὶ, διʼ ὧν μορφοῦται τοῖς
ἀνθρώποις ἡ πρὸς τὸ Θεῖον ὀμοίωσις. Τοιούτοις ἄνθε-
σιν ὁ δημιουργὸς τῆς ἰδίας εἰκόνος τὴν ἡμετέραν δι-
εχάραξε φύσιν. Εἰ δὲ καὶ τὰ ἄλλα συνεξετάζοις, διʼ
ἄν τὸ θεῖον κάλλος χαρακτηρίζεται· εὐρήσεις καὶ
πρὸς ἐκεῖνα διʼ ἀκριβείας σωζομένην ἐν τῇ καθʼ ἡμᾶς
μ-ʼ εἰκόνι τὴν ὀμοιότητα. Nοῦς καὶ λόγος ἡθειότης ἐστίν·
ἐν ἀρχῇ τε γὰρ ἦν ὁ Λόγος. Καὶ οἱ προφῆται κατὰ
Παῦλον νοῦν Χριστοῦ ἔχουσι, τὸν ἐν αὐτοῖς λαλοῦντα.
Οὐ πόῤῥω τούτων καὶ τὸ ἀνθρώπινον. Ὁρᾷς ἐν
σεαυτῷ καὶ τὸν λόγον,-καὶ διάνοισν, μίμημα τοῦ ὄν-
τως νοῦ τε καὶ λόγου. Ἀγάπη πάλιν ὁ Θεὸς, καὶ
ἀγάπης πηγή. Τοῦτο γάρ φησιν Ἰωάννης ὁ μέγας,
ὅτι ι Ἀγάπη ἐκτοῦ Θεοῦ· » καὶ,« Ὁ Θεὸε ἀγάπη ἐστί·
τοῦτο καὶ ἡμέτερον πεποίηται πρόσωπονὁ τῆς φύσεως
πλάστης. « Ἐν τούτῳ» γὰρ, φησὶ, « γνώσονται πάντες,
ὄτι μαθηταί μου ἐστὲ, ἐὰν ἀγαπᾶτε ἀλλήλους.» Οὐ-
κοῦν μὴ παρούσης ταύτης, ἅπας ὁ χαρακτὴρ τῆς εἰ-
κόνος μεταπεποίηται. Πάντα ἐπιβλέπει, καὶ πάντα
ἐπακούει τὸ Θεῖον, καὶ πάντα διερευνᾶται. Ἐχεις καὶ
σὺ τὴν διʼ δψεως καὶ ἀκοῆς τῶν ὄντων ἀντίληψιν,
καὶ τὴν ζητητικέν τε καὶ διερευνητικὴν τῶν ὄντων
διάνοιαν.
res percipis, et mentis intelligentia universa inquitis et perscrutaris.
REEAAAtoN ς.
Ἐξέτασιις τῆς τοῦ νοῦ πρός τὴν φύσιν συγγε-
νείας, ἐν καὶ ἐκ παρόδου τὸ τῶν Ἀνομοίων δι-
ελέγχεται δόγμα.
Καί με μηδεὶς οἰέσθω καθʼ ὁμοιότητα τῆς ἀνθρω-
πίνης ἐνεργείας ἐν διαφόροις δυνάμεσι τὸ Θεῖον λέγειν
τῶν ὄντων ἐφάπτεσθαι. Οὐ γάρ ἐστι δυνατὸν ἐν τῇ
ἀπλότητι τῆς θειότητος τὸ ποικίλον τε καὶ πολυειδὲς
τῆς ἀντιληπτικῆς ἐνεργείας κατανοῆσαι. Οὐδὲ γὰρ
ἡμῖν πολλαί τινές εἰσιν αἱ ἀντιληπτικαὶ τῶν πρα-
γμάτων δυνάμεις, εἰ καὶ πολυτρόπως διὰ τῶν αἰσθή-
s Joan. , 1. ⁴⁶I Cor. v, ἐ0; I Cor. Xmn, 3.
Pμruoι. Gs. XIIV.

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.