PG 44, col. 228
Τῷ τοίνυν θεοειδεῖ τῆς ψυχῆς οὐ τὸ ῥέον ὲν τῇ ἁλ-
λοιὼσει καὶ μεθιστάμενον, ἀλλὰ τὸ μόνιμὸν τε καί. ὠσ-
τως ἔχον ὲν τῷ καθ’ ἡμᾶς συγκρίματι, τούτῳ προσ⁴
φύεται. Καὶ ἐπειδὴ τὰς κατὰ τὸ εἶδος διαφοράς αἰ ποιαὶ
τῆς κράσεως παραλλαγαὶ μεταμορφοῦσιν, ἡδὲ κρᾶσις
οὐκ άλλη τις παρὰ τὴν τῶν στοιχείων μίξιν ἐστὶ, στοιο
χεῖα δέ φαμεν τά τῇ κατασκευῇ τοῦ παντὸς ὑποκεί-
μενα, δι’ὧν καὶ τὸ ἀνθρώπινον συνέστηκε σῶμα, ἀναγ-
καίως τοῦ εἴδους οἷον ὲκμαγείῳ σφραγίδος τῇ ψυχῇ
παραμείναντος, οὐδὲ τὰ ὲναπομαξάμενα τῇ σφραγῖδι
τὸν τύπον ὑπ’ αὐτῆς ἀγνοεῖται, ἀλλ’ έν τῷ καιρῷ τῆς
ἁναστοιχειὼσεως ἐκεῖνα δέχεται πάλιν πρὸς ἑαυτὴν,
άπερ ἂν ἐναρμόσῃ τῷ τύπῳ τοῦ εἴδους · ἐναρμόσειε
δὲ πάντως ἐκεῖνα, ὅσα κατ’ ἀρχὰς ένετυπώοη τῷ εἴ-
δει. Οὐκοῦν οὐδέν ἔξω τοῦ εἰκότος ἐστὶ, πάλιν ὲκ τοῦ
κοινοῦ πρὸς τὸ καθέκαστον έπαναλύειν τὸ τδιον. Λέ-
γεται δὲ καὶ τὴν ὑδράργυρον προχεθεῖσαν τοῦ περι-
οντος, καθ’ ὑπτίου τινὸς καὶ κονιορτώδους χωρίου,
εἰς λεπτὰ σφαιρωθείσαν, κατὰ τὴν γῆν διασκίδνασθαι,
πρὸς οὐδὲν τῶν ἐπιτυχόντων ὲμμιγνυμένην. Εἰ δέ
τις πάλιν τὸ πολλαχῆ κατεσπαρμένον εἰς ἓν συναγεί-
ρειεν, αὐτομάτως ἀναχείσθαι πρὸς τὸ ὁμόφυλον, οὐδενὶ
μέσῳ πρὸς τὴν οἰκείαν μίξιν διειργομένην. Τοιοῦτόν
τι χρῆναι νομίζω καί⁸ περὶ τὸ ἀνθρώπινον σύγκριμα
διανοεῖσθαι ο εἰ μόνον γένοιτο παρὰ τοῦ Θεοῦ τὸ ὲν-
δόσιμογ, αὐτομάτως τὶι κατάλληλα μέρη τοῖς οἰκείοις
ὲπανακίρνασθαι, μηδεμιᾶς ὲργωδίας τῷ ἀναστοι-
χειοῦντι τὴν φύσιν διὰ τούτων ἐγγινομένης. Καὶ γάρ
ὲπί τῶν ὲν τῇ γῇ φυομένων, οὐδένα πόνον ὁρῶμεν
τῆς φύσεως ἐπὶ τὸν πυρὸν, ἢ τὴν κέγχρον, ἢ ἄλλο τι
τῶν σιτηρῶν ἢ χεδροπῶν σπερμάτων, ὲν τῷ μετα-
ϐάλλειν εἰς καλάμην καί⁵ άθέρικας καὶ ἀστάχυας.
Ἀπραγματεύτως γὰρ κατὰ τὸ αὐτόματον ἡ κατάλ-
ληλος τροφὴ ἐκ τοῦ κοινοῦ πρὸς τὴν ἑκάστου τῶν
σπερμάτων ἰδιότητα μεταϐαίνει. Εἰ οὖν κοινῆς πᾶσι
τοῖς φυομένοις τῆς ἰκμάδος ὑποκειμένης, ἕκαστον
τῶν δι’ αὐτῆς τρεφομένων τὸ κατάλληλον ἔσπασεν
εἰς τὴν τοῦ οἰκείου προσθήκην· τί καινὸν, εἰ καὶ ὲν
τῷ τῆς ἀναστάσεως λόγῳ παρ’ ἑκάστου τῶν ἀνιστα-
μένων, καθὼς ἐπὶ τῶν σπερμάτων, συμϐαίνει οὕτως
γίνεσθαι τὴν τοῦ οἰκείου cum; "om ἐξ ἁπάντων
δυνατὸν εἶναι μαθεῖν, μηδὲν ἔξω τῶν τῇ πείρα γνωρι-
ζομένων τὸ κήρυγμα περιέχειν τῆς ἁναστάσεως.Καί-
τοιγε τὸ γνωριμώτατον τῶν ἡμετέρων ὲσιωπήσαμεν,
αὐτὴν λέγω τὴν πρώτην τῆς συστάσεως ἡμῶν ἀφορ-
μήν. Τίς γὰρ οὐκ οἶδε τὴν Θαυματοποιίαν τῆς φύσεως,
τί λαϐοῦσα-ἰ) μητρῷα νηδὺς, τι ἁπεργάξεται; Ἦ