PG 44, col. 297

ριος τὴν τῶν ὀφρύων περιδολήν; Ἀσμενοειδῶς ἡμῖν
περιέγραψεν ἀπὸ μιᾶς συμϐολῆς τὴν κατά ρίνα ἐφ’
ἑκάτερα μεριζομένην, ἵνα 6 ἱδρὼς τῇδε κάκεῖσε
περιρρέων μηδεμίαν ἀσχολίαν παρέχῃ τῷ γεωργῷ,
μηδὲ ἀπομασσόμενος τὸν ἱδρῶτα τὴν χεῖρα ἀπαγάγῃ
τῆς ἀμάλου, ἀλλ’ ὀμοῦ τε ῥέῃ 6 ἱδρὼς διά τῶν
ἰδίων ὀχετῶν, πάλαι τοῦ δημιουργοῦ αὑτὸν ὲξοχετεύ- .
σαντος ὲπὶ τὰ ἀχρηστα, ὁμοῦ τε 6 ὀφθαλμὸς τὴν
ἰδίαν ἐνέργειαν ἐπιτελοῖεν. Ἐὰν βουληθῶμεν εἰπεῖν,
περὶ μόνων τῶν είς ἡμᾶς παρά Θεοῦ γενομένων ,
ἐπιλείψει ήμᾶςή ἡμέρα ἅπασα. Ἀλλ’ ἐξ ἐνὸς τούτων
πάντων ὑμεῖς λαδετε τὴν ἔννοιαν. Ἡμᾶς δὲ ἐπειγομένους ἐπί τινα ὁδὸν ἀναγκαίαν μετ’ εὐχῶν προπέμψατε,
τνα ὲν τάχει ὑμῖν ἀποσωθέντες, καὶ τῶν λειπομένων ἀποδῶμεν τὸ χρέος, χάριτι τοῦ πάντα οίκονομήσαντος
περὶ ἡμᾶς Κυρίου, τοῦ κτίσαντος ἡμᾶς τῇ ἑαυτοῦ χάριτι,’ὃτι αὺτῷή δόξα καὶ⁵ τὸ κράτος, είς τοὺς αἰῶνας
τῶν αίώνων. Ἀμήν.
mm
ρετ-ξεττ
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡοΣ ΗΜΩΝ
ΓΡΗΓΟΡΙΟΥ
ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣν
ΠΕΡΙ -ΤΟΥ ΒΙΟΥ ΜΩΣΕΩΣ,
ιι Περι ms KAT‘ APETIIN Tumomroz,
s. P. N. GREGORII,
EPISCOPI NYSSENI ,
DE VITA MOYSIS ,
SIVB
DE PERFECTIONE VITE EX PRESCRIPTO VIRTUTIS INSTITU'UE,
Ex interpretatione Gregorii Trapezuntii, rec. et aucta a Frontone Duczeo 3. J. Theol.
Οῖόν τι πάσχουσιν oi τῶν ἱππικῶν ἀγώνων φι-
λοθεάμονες, οἳ τοῖς παρ’ αὐτῶν σπουδαζομένοις ἐν
ταῖς ἁμίλλαις τῶν δρόμων, κᾶν μηδὲν προθυμίας εἰς
1ιδτάχος ἐλλείπωσιν, ὅμως ὑπὸ τῆς περὶ τὴν νίκην
σπουδῆς ἐπιϐοῶσιν ἀνωθεν, τὸν ὀφθαλμὸν τῷ δρόμῳ
συμπεριάγοντες, καὶ παρακινοῦσιν (ὥς γε νομίζουσιν)
εις ὀξυτέραν ὁρμὴν τὸν ἡνίοχον, ὲπικλάζοντες ἅμα
τοῖς ἵπποις, καὶ ἀντὶ μάστιγος τὴν χεῖρα κατ’ αὐτῶν
⁴προτείνοντες τε καὶ ἐπισείοντες· οὐχ, ὅτι τελεῖ τὰ
γινόμενα πρὸς τὴν νίκην, ταῦτα ποιοῦντες, ἀλλ’ εὑ-
Ρλτιιοι.. Gs. XLIV.

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.