PG 44, col. 586

ἐπικρύπτων τὴν ὄψιν περιεῖργε τῶν γινομένων τὸν
ἔλεγχον. Δυνάμενος τοίνυν μιᾷ πληγῇ κατά τῶν
μεταφρένων διὰ τῆς καρδίας ὅλον διελάσαι τὸ ξίφος ,
τοῦ μὲν σώματος Σαοὺλ οὔτε ἥψατο, οὔτε ἐμέλλησεν.
Ἀποτέμνει δὲ τῷ ξίφει λαθὼν ἐκεῖνον τὸ τῆς διο
πλοῖδος πτερύγιον, ὡς ἂν μαρτυρήσειε μετά ταῦτα
τῆς εἰς τὸν Σαοὺλ φιλανθρωπίας ἡ χλανὶς, τῆς τοῦ
πτερυγίου τομῆς τῆς κατά τοῦ σώματος αὐτοῦ πλη-
γῆς τὴν ἐξουσίαν δεικνύουσα. Δι’ ἦς ἐγένετο φανερὸν,
ὅπως 6 Aa6‘t6 τὴν μακροθυμίαν ἐπεπαίδευτο, ὃς ξίφος
ἔχων ἐν τῇ παλάμῃ γυμνὸν, ὑποκειμένου τῇ χειρὶ
τοῦ πολεμίου σώματος, ἐν ἐξουσίᾳ τοῦ ἀνελεῖν ὑπ-
ἅρχων, νικήσας καὶ τῷ λογισμῷ τὸν θυμὸν, καὶ τῷ
θείῳ φόϐῳ τὴν τῆς πληγῆς ἐξουσίαν , ού μόνον ἰδίου
θυμοῦ κρείττων ἐγένετο, ἀλλὰ καὶ τὸν ὑπασπιστὴν
πρὸς τὸν τοῦ Σαοὺλ φόνον ὁρμήσαντα κατέστειλεν
ἐκείνῃ ἀοιδίμῳ φωνῇ, είπὼν πρὸς αὐτόν · ι Μὴ δια-
φθείρῃς τὸν χριστὸν Κυρίου. ι Προέρχεται οὖν 6
Σαοὺλ ἐκ τοῦ σπηλαίου γινώσκων τῶν γεγονότων οὑ-
δέν καὶ περικεκομμένον περιϐαλὼν ἐαυτῷ τὺ χλανί-
διον. '0 δὲ Δαϐὶδ, συνεξελθὼν αὐτῷ κατόπιν μετά
τῆς καθ’ ἐαυτὸν ἀσφαλείας, καὶ προκαταλαϐὼν τὸν
ὑπερκείμενον τοῦ σπηλαίου γεώλοφον, προτείνει τῇ
χειρὶ πτερύγιον. Τοῦτο δὲ οὐδὲν ἕτερον ῆν, ἢ τρόπαιον
κατά τῶν ἀντιπάλων ἀναίμακτον. Καὶ ἐμϐοήσας τῷ
Σαοὺλ μεγάλῃ φωνῇ, τὴν καινὴν ταύτην καὶ θαυμα-
στὴν ἀριστείαν ἐκδιηγεῖται, ἣν λύθρος αἵματος οὐκ
ἐμίανεν, καὶ 6 ἀριστεὺς ἐνίκησεν, καὶ 6 ἡττηθεὶς
περισώζεται. υύ γάρ τῷ πτώματι τοῦ πολεμίου μαρ-
τυρεῖται τοῦ Δαϐὶδή ἀριστεία ο ἀλλ’ ὲν τῷ περισώσα-
σθαι τοῦ κινδύνου τὸν ἀντικείμενον, φανερωτέρα γί-
νεται καὶ ὑπεροχὴ τῆς δυνάμεως, ᾧ τοσοῦτον περιῆν
τῆς πεποιθήσεως, μὴ τῇ ἀπωλείᾳ τῶν ἀντιτεταγμέ-
νων πιστεύειν τὴν ἑαυτοῦ σωτηρίαν, ἀλλά καὶ περιόν-
των τῶν ἐπιϐουλευόντων, ὡς οὐδενὸς λυποῦντος, τὸ
ἀσφαλὲς ἔχειν. Μᾶλλον δὲ τοῦτο διά τῆς ἱστορίας παις
δεύει 6 λόγος, ὅτι 6 κατ’ ἀρετὴν προέχων. οὐ κατά
τῶν ὁμοφύλων, ἀλλά κατά τῶν παθῶν ἀνδρίζεται.
D Ἀναιρεῖται οὖν διὰ τῆς τοιαύτης τοῦ Δαϐὶδ ἀριστείας
6 ἐν ἀμφοτέροις θυμός ο τοῦ μὲν διά τοῦ λογισμοῦ
τὴν ἰδίαν ἑλόντος ὀργὴν, καὶ τὴν ἁμυντικὴν ὀργὴν
κατασκευάσαντος* τοῦ δέ Σαοὺλ διὰ τῆς γενομένης
αὐτῷ φιλανθρωπίας τὴν κατά τοῦ Δαϐὶδ κακίαν ἀπο-
νεκρώσαντος. Οἷα γάρ μετά ταῦτα πρὸς τδν νικητὴν
ἀποφθέγγεται, ὑπ’ αἰσχύνης τῶν τετολμημένων κατα-
δυόμενος, καὶ θρήνῳ, καὶ δάκρυσι τὴν ἐνδιάθετον
αὐτοῦ τῆς κακίας ἀποστροφὴν ἐνδεικνύμενος, ἔξεστιν
ἐξ αὐτῆς ἱστορίας μαθεῖν. Ἠ μὲν οὖν ὑπόθεσις τῆς
’ἐκτης καὶ πεντηκοστῆς ψαλμῳδίας, ὅσον ἐκ τῶν
τῆς ἱστορίας δηλουμένων, τοιαύτη ἐστίν. Δύτὰ δὲ
τῆς ἐπιγραφῆς τά ῥήματα, δι’ ὧν ἡ κατά τὺ σπήλαιον
συντυχία δηλοῦται, τοῦτον ἔχει τὸν τρόπον’( Εἰς 16
τέλος μὴ διαφθείρῃς, τῷ Δαϐἰδ εἰς στηλογραφίαν,

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.