PG 44, col. 633
γέγονεν ἓν τι τούτων ἃ. οὐχ ὑφέστηκε. Τὸ γὰρ μά-
ταιον πάντως ἀνύπαρκτον. Τὸ δὲ ἀνύπαρκτον, οὐκ
ἄν ’τις ὲν τοῖς γεγονόσι λογίσαιτο. Εἰ δὴ ταῦτα οὐκ
ἔστιν, εἰπὲ τί ἐστι τὸ γενόμενον, ἢ ὲν τῷ εἶναι μὲ-
νει. Σύντομος οὖν αὐτῷ πρὸς τὸ ἐρωτηθὲν ή ἁπό-
κρισις · Βούλει γνῶναι τί ἐστι τὸ γενόμενονς Νόησον
τί ἐστι τὸ ἐσόμενον, καὶ ὲπιγνὼσῃ ὃ γέγονε. Τοῦτο
δέ ἐστι τὸ, Νόησόν μοι, ὧ ἄνθρωπε, οἷος γενήσῃ διὰ
τῆς ἀρετῆς ἑαυτὸν ύψὼσας, εἰ κατὰ πάντα διὰ τῶν
ἀγαθῶν χαρακτήρων τὴν ψυχὴν μορφωθείης, εἰ ἔξω
γένοιο τῶν τῆς κακίας κηλίδων, εἰ πάντα ῥύπον τῶν
ὖλικῶν μολυσμάτων τῆς ἑαυτοῦ φύσεως ἀποκλύσειας
τί γενήσῃ διὰ τῶν τοιούτων καλλωπιζόμενος , οἵαν
σεαυτῷ περιθήσεις μορφήν. Ἐὰν τοῦτο λογισμῷ
κατανοήσῃς, ἐδιδάχθης τὸ ὲν τοῖς πρώτοις γενόμενον,
τὰ κατ’ εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν. Καὶ ποῦ νῦν ὲ-
κεῖνό ἐστιν, πρὸς ταῦτα διδάσκοντα, ὃ ποτε γέ-
γονε , καὶ εἰς ὕστερον αὖθις ὲλπίζεται, νῦν δὲ οὐκ
ἔστινς ⁹Δλλ’ ἀποκρίνεται πάντως τὸν αὐτὸν λόγον
ήμῖν ό τὰ ὑψηλὰ παιδεύων, ὅτι διὰ τοῦτο τὰ παρόντα
ματαιότης ὠνόμασται, διότι ἐκεῖνα ἐν τοῖς παροῦσιν
οὐκ ἔστι. Καὶ τί, φησι, τὸ πεποιημένον; Αὐτὸ τὸ
ποιηθησόμενον. Μηδεὶς τῶν ἀκουόντων πολυλογίαν
ἡγείσθω καὶ⁸ ματαίαν τινὰ ῥημάτων ἑπανάληψιν, ἐν
τῇ διαφορᾷ τοῦ γεγονότος καὶ τοῦ πεποιημένου.
Δείκνυσιῢγὰρ δι’ ἑκατέρου τῶν ῥημάτων ὁ λόγος τὴν C
τῆς ψυχῆς πρὸς τὴν σάρκα διαφοράν. Γέγονεν ἡ
ψυχὴ, καὶ τὸ σῶμα πεποίηται. Οὐκ ἐπειδὴ ἄλλο τι καὶ
ἄλλο σημαίνει τῶν ῥημάτων ή ἔμφασις τῇ διαφορᾷ
ταύτῃ κέχρηται τῶν ῥημάτων ἐφ’ ἐκατέρου τῶν ση-
μαινομένων ό λόγος · ἀλλ’ ἵνα σοι δῷ τὰ πρόσφορα
περὶ ἐκατέρου λογίζεσθαι, ἐκεῖνο κατ’ ἀρχὰς γέγονεν
ἡ ψυχή, ὃ είς ὕστερον καθαρισθεῖσα, πάλιν ἀναφανή-
σεται. Ἐκεῖνο πεποίηται ταῖς χερσὶ τοῦ Θεοῦ τὸ
σῶμα πλαττόμενον, δ δείξει τοῖς καθήκουσι χρόνοις
αὐτὸ ή ἀνάστασις. Ὀποτον γὰρ ἀεὶ μετὰ τὴν ἀνάσταο
σιν ἴδοις, τοιοῦτον πάντως παρὰ τήν πρώτην πεποίη-
ται. οὐδὲ γὰρ ἄλλο τί Ἔστιν ή ὰνάστέσις, εἰ
πάντως ή εἰς τὸ ἀρχαῖον ἀποκατάστασις.
Διὸ τούτοις ἐπάγει καὶ τὸ ἀκόλουθον λέγων, ὄτι
ἔξω τοῦ ἀρχαίου ἐστὶν οὐδέν. ι Οὐκ ἔστι ογὰρ, φησί,
«πᾶν πρόσφατον ὑπὸτδν ἥλιον ι ὡς ἂν εἰ ἔλεγεν,
ὅτι εἰ μὴ κατὰ τὸ ἀρχαῖόν ἐστιν, οὐδέν ἐστιν ὅλως,
ἀλλὰ νομίζεται. υὺ γάρ ἐστι, φησὶ, πρόσφατόν τι
ὑπὸ τὸν ἥλιον, ὥστε λαλῆσαί τινα καὶ δεῖξαί τι τῶν
ἐπιγινομένων, ὅτι καινόν ἐστι τοῦτο καὶ τῷ ὄντι
ὑφέστηκεν. Δῦτη τῶν εἰρημένων ἐστὶν ή διάνοια.
Ἦ δὲ λέξις τοῦτον ἔχει τὸν τρόπον ’Καὶ οὐκ ἔστι πᾶν
πρόσφατον ὑπὸ τὸν ἥλιον ὃς λαλήσει καὶ ἐρεῖ, Ἴδε
τοῦτο καινόν ἔστι. Καὶ ἐπαγωνίζεται τοῖς εἰρημένοις
διὰ τῶν ἐφεξῆς λέγων ο ι Εἴ τι ἀληθῶς, φησὶ, γέγο-
νεν, ἐκεῖνό ἐστιν, ὃ ὲν τοῖς αἰῶσιν ἐγένετο τοῖς πρὸ
ήμῶν. t Ταύτην γὰρ ἐνδείκνυται τὴν διάνοιαν αὐτὰ