PG 44, col. 72

τὰ πάντα γεγενῆσθαι περιίστησι, διὰ δὲ τῆς ἀρχῆς
δηλοῦται τὸ ἀκαρές τε καὶ ἀδιάστατον. Ἡ γὰρ
ἀρχὴ παντὸς διαστηματικοῦ νοήματος ἀλλοτρίως
ἔχει. Ὠς τὸ σημεῖον ἀρχὴ τῆς γραμμῆς, καὶ τού
ὄγκου τὸ ἄτομον, οὓτως καὶ τὸ ἀκαρὲς τοῦ χρονικοῦ
διαστήματος. Ἢ οῦν ἀθρόα τῶν όντων παρὰ τῆς
ἀφράστου δυνάμεως τοῦ Θεοῦ καταϐολὴ, ἁρχὴ παρὰ
τοῦ Μωῦσέως, ήτουν κεφάλαιον κατωνομάσθη, ἑν
τὸ πᾶν συστῆναι λέγεται. Τὰ μὲν ἄκρα τῶν όντων
εἰπών ο τὰ δὲ μέσα κατὰ τὸ σιωπώμενον τοῖς ἄκροις
συνενδειξάμενος. Ἀκρα δέ φημι, διὰ τὴν ἀνθρωπί-
νην αἴσθησιν, ἢ οὔτε είς τὰ ὑπὸ γῆν διαδύεται, οὕτε
τὸν οὐρανὸν διαϐαίνει. υύκοῦν τοῦτο νοεῖν, ή ἀρχὴ
τῆς κοσμογονίας ὑποτίθεται, ὅτι πάντων τῶν ὄντων
τὰς ἀφορμάς καὶ τὰς αἰτίας, καὶ τὰς δυνάμεις, συλδ
λήϐδην ὸ Θεὸς ἐν ἀκαρεῖ κατεϐάλλετο, καὶ ἐν τῇ
πρώτῃ τοῦ θελήματος ὁρμῇ, ή ἑκάστου τῶν ὄντων
οὐσία συνέδραμεν, οὐρανὸς, αἰθὴρ, ἀστέρες, πῦρ,
ἀὴρ, Θάλασσα, γῆ, ζῶον, φυτάο ἃ τῷ μὲν θείῳ ὀφ-
θαλμῴ πάντα καθεωρᾶτο, τῷ τῆς δυνάμεως λόγῳ
δεικνύμενα, τῷ, καθώς φησιν ή προφητεία, ι εἰδότι
πάντα πρὸ τῆς γενέσεως αὐτῶν. ι Τῇ δὲ συγκατα-
6ληθείοῃ δυνάμει τε καὶ σοφίᾳ πρὸς τὴν τελείωσιν
ἑκάστου τῶν μορίων τοῦ κόσμου, είρμός τις ἀναγκαῖος
κατά τινα τάξιν ἐπηκολούθησεν, ὥστε τὸ πῦρ προλαο
δεῖν μὲν καὶ προεκφανῆναι τῶν ἄλλων τῶν ἐν τῷ
παντὶ θεωρουμένων, καὶ οὕτω μετ’ ἐκεῖνο, τὸ ἀναγ-
καίως τῷ προλαϐόντι ἑπόμενον, καὶ ἐπὶ τούτῳ τρί-
τον, ὡς ἡ τεχνικὴ συνηνάγκαζε φύσις’ τέταρτόν τε
καὶ πέμπτον, καὶ τά λοιπὰ τῆς κατὰ τὸ ἐφεξῆς ἀκο-
λουθίας, οὐκ αὐτομάτῳ τινὶ συντυχίᾳ, κατὰ τινὰ
ἄτακτον καὶ τυχαίαν φορὰν, ὀὕτως άναφαινόμενα.
Ἀλλ’ ὼς ἡ ἀναγκαία τῆς φύσεως τάξις ἐπιζητεῖ τὸ ἑν
τοῖς γινομένοις ἀκόλουθον, οὕτως ἕκαστα γεγενῆσθαί
φησιν ἐν διηγήσεως εἴδει περὶ τῶν φυσικῶν δογμάτων
Διότι Θεοῦ μὲν οὐσίαν ἥτις ἐστὶν. ού γινώσκομεν· τὴν
δὲ αὑτοσοφίαν καὶ τὴν αύτοδύναμιν ἐν νῷ λαϐόντες, τὸν
Θεὸν ἀνειληφέναι τῇ διανοίᾳ πιστεύομεν. Τούτου χάριν
ὅτε τὸ ὅλον ἐγένετο, πρὶν ἕκαστον τῶν συμπλη ρούντων
τὸ ὅλον ἐφ’ ἑαυτοῦ δειχθῆναι, ζόφος τῷ παντὶ ἐπεκέ-
χυτο· οὔπω γὰρ ἐξεφάνη τοῦ πυρὸς ή αὐγὴ ὑποκε-
κρυμμένη τοῖς μορίοις τῆς ὕλης καθάπερ καὶ
al ψηφῖδες ἀφανεῖς ἑν τῷ σκότει μένουσιν,
εί καὶ φυσικῶς ἑν ἑαυταῖς τὴν φωτιστικὴν έχουσι
δύναμιν, διά τῆς πρὸς ἀλλήλας συμπτώσεως τὸ πῦρ
ἁποτίκτουσαι, τοῦ δὲ σπινθῆρος ἐξ αὐτῶν ἀναφανέν-
φωτιστικὴν οὐσίαν εἰς τὸ ἐκφανὲς προελθεῖν. Ἄρτι
γὰρ ἁθρόως ἑν τῇ μιᾷ ῥοπῇ τοῦ θείου θελήματος

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.