PG 45, col. 117
In inglese: On 'Not Three Gods.' 1
κὶ ἄτοπον. Τὸ δὲ λεγόμενον παρὰ σοῦ τοιοῦτόν ἐστι
Πέτρος, καὶ Ἰάκωβος, καὶ Ἰωάννης, ἐν μιᾷ ὄντες τῇ
ἐνθρωτότητι, τρεῖς ἄνθρωποι λέγονται. Καὶ οὐδὲν
ἀτοπον τοὺς συνημμένους κατὰ τὴν φύσιν, εἰ πλείους
εἶεν, ἐκ τοῦ τῆς φύσεως ὀνόματος πληθυντικῶς ἀρι-
θμεῖσθαι. Εἰ οὖν ἐκεῖ τοῦτο δίδωσιν ἡ συνήθεια, καὶ
ὁ ἀπαγορεύων οὐκ ἔστι δύο λέγειν τοὺς δύο, καὶ τρεῖς
τοὺς ὑπὲρ δύο· πῶς ἐπὶ τῶν μυστικῶν δογμάτων
τὰς τρεῖς ὑποστάσεις ὀμολογοῦντες, καὶ οὐδεμίαν
ἐπʼ αὐτῶν τὴν κατὰ φύσιν διαφορὰν ἐννοοῦντες, μα-
χόμεθα τρόπον τινὰ τῇ ὀμολογίᾳ, μίαν μὲν τὴν θεό-
τητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἀγίου Πνεύ-
ματος λέγοντες, τρεῖς δὲ θεοὺς λέγειν ἀπαγορεύοντες;
Ὁ μὲν οὖν λόγος, καθὼς προέφην, πολὺ τὸ δυσμετα-
χείριστον· ἡμεῖς δὲ εἰ μέν τι τοιοῦτον εὕροιμεν διʼ
ὖ ττὸ ἀμφίβολον τῆς διανοίας ἡμῶν ἐρεισθείη, μηκέτι
πρὸς τὸ διάλημμα τὸ τῆς ἀτοπίας ἐπιδιστάζον καὶ
κραδαινόμενον, εὖ ἂν ἔχοι· εἰ δὲ καὶ ἀτονώτερος
ἐλεγχθείη τοῦ προβλήματος ὁ ἡμέτερος λόγος, τὴν
μὲν παράδοσιν ἤν παρὰ τῶν πατέρων διεδεξάμεθα,
φυλάξομεν εἰς ἀεὶ βεβαίαν τε καὶ ἀκίνητον· τὸν δὲ
ουνήγορον τῆς πίστεως λόγον, παρὰ τοῦ Κυρίου
ζητήσωμεν· ὅς εἰ μὲν εὐρεθείη παρά τινος τῶν
ἐχόντων τὴν χάριν, εὐχαριστήσομεν τῷ δεδωκότι τὴν
χάριν· εἰ δὲ μὴ, οὐδὲν ἦττον ἐπὶ τῶν ἐγνωσμένων
τὴν πίστιν ἀμετάθετον ἕξομεν.
contigerit, nihilo secius in iis quæ decreta atque
mus
ἱ δήποτε τοίνυν ἐν τῇ καθʼ ἡμᾶς συνηθείᾳ καθʼ
ἔνα τοὺς ἐν τῇ φύσει τῇ αὐτῇ δεικνυμένους ἀπαρι-
θμήσαντες πληθυντικῶς ὀνομάζομεν, τόσους λέγοντες
τοὺς ἀνθρώπους, καὶ οὐχὶ ἕνα τοὺς πάντας, ἐπὶ δὲ
τῆς θείας φύσεως ἐκβάλλει τὸ πλῆθος τῶν θεῶν ὁτοῦ
δόγματος λόγος, καὶ ἀριθμῶν τὰς ὑποστάσεις, καὶ
τὴν πληθυντικὴν σημασίαν οὐ προσδεχόμενος; Ἐστι
μὲν οὖν κατὰ τὸ πρόχειρον, τοῦτο τοῖς ἀπλουστέροις
εἰκόντα, δόξαι τι λέγειν, ὅτι φεύγων ὁ λόγος τῆς
Τλληνικῆς πολυθεῖας τὴν ὁμοιότητα, θεοὺς ἐν πλήθει
ἀριθμεῖν παρῃτήσατο, ὡς ἂν μή τις καὶ τῶν δογμά-
των νομισθείη κοινότης, εἰ μὴ μοναδικῶς, ἀλλὰ πλη-
θυντικῶς καὶ παρʼ ἡμῶν ἀριθμοῖτο τὸ θεῖον, καθʼ
ὀμοιότητα τῆς παρʼ αὐτῶν συνηθείας· τοῦτο δὲ τοῖς
μὲν ἀκεραιοτέροις λεγόμενον, ἴσως ἄν τι δόξειε λέ-
γεσθαι, ἐπὶ δέ γε τῶν ἄλλων τὸ ἕτερον αὐτοῖς τῆς
πρπτάσεως στῆναι ζητούντων, ἢ μὴ ὁμολογεῖν ἐπὶ
τῶν τριῶν τὴν θεότητα, ἢ τρεῖς πάντως ὀνομάζειν
τοὺς τῆς αὐτῆς κοινωνοῦντας θεότητος, οὕπω τοιοῦ-
τόν ἐστι τὸ εἰρημένον, οἶον ἐμποιῆσαί τινα λύσιν τοῦ
ητήματος.
Οὐκοῦν ἐπάναγκες διὰ πλειόνων ποιήσασθαι τὴν
ἀπόκρισιν, ὅπως ἂν οἶόντε ἦ, τὸ ἀληθὲς ἀνιχνεύοντας.
θὐ γὰρ περὶ τῶν τυχόντων ὁ λόγος. θαμὲν τοίνυν
πρῶτον κατάχρησίν τινα συνηθείας εἶναι τὸ τοὺς μὴ
διηρημένους τῇ φύσει κατʼ αὐτὸ τὸ τῆς φύσεως ὄνομα
πληθυντικῶς ὁνομάζειν καὶ λέγειν, ὅτι Πολλοὶ ἄν-
θρωποι· ᾧπερ ὅμοιόν ἐστι τὸ λέγειν, ὅτι πολλαὶ
φύσεις ἀνθρώπιναι. Καὶ ὅτι ταῦτα οὐτως ἔχει, δῆλον