PG 45, col. 128
In inglese: On 'Not Three Gods.' 1
διεξαγομένη ο ὡς γάρ οὐ ιλέγομεν τρεῖς ζωοποιοὺς
τοὺς τὴν μίαν ἐνεργοῦντας ζωὴν, οὐδὲ τρεῖς ἀγαθοὺς
τοὺς ἐν αὐτῇ τῇ άγαθότητι θεωρουμένους, οὐδέ τά
ἄλλα πάντα πληθυντικῶς ἐξαγγέλλομεν · οὓτως οὐδὲ
τρεῖς Θεούς ὀνομάζειν δυνάμεθα, τοὺς τὴν θεῖκὴν
ταύτην, ἦτοι ἐποπτικὴν δύναμιν τε καὶ ἐνέργειαν
συνημμένως καὶ ἀδιακρίτως δι’ ἀλλήλων ἐφ’ ἡμῶν τε
καὶ πάσης τῆς κτίσεως ἐνεργοῦντας. Ὠσπερ γὰρ
μαθόντες περὶ τοῦ Θεοῦ τῶν ὅλων τῆς Γραφῆς λεγού-
σης, κρίνειν αὐτὸν πᾶσαν τὴν γῆν, κριτὴν τοῦ παν-
τὸς αὐτὸν εῖναι διὰ τοῦ Υἱοῦ φαμέν. Καὶ πάλιν ἁκού-
σαντες, ὅτι 6 Πατὴρ κρίνει οὐδένα , οὐχ ἡγούμεθα
B
μάχεσθαι πρὸς ἑαυτὴν τὴν Γραφήν. Ὀ γὰρ κρίνων
πᾶσαν τὴν γῆν διὰ τοῦ Υἱοῦ , ᾧ πᾶσαν δέδωκε τὴν
κρίσιν, τοῦτο ποιεῖ· καὶ πᾶν τὸ παρὰ τοῦ Μονογε-
νοῦς γινόμενον, εἰς τὸν Πατέρα τὴν ἀναφοράν ἔχει,
ὥστε καὶ κριτὴν αὐτὸν τοῦ παντὸς εἶναι, καὶ κρίνειν
μηδένα διά τὸ πᾶσαν, ὡς ετρηται, τὴν κρίσιν τῷ Υἱῷ
δεδωκέναι, καὶ πᾶσαν τὴν τοῦ Υῐοῦ κρίσιν τοῦ πα-
τρικοῦ μὴ ἀπηλλοτριῶσθαι βουλήματος ο καὶ οὐκ ἄν
τις εὐλόγως, ἢ δύο κριτάς είποι, ἢ τὸν ἕτερον ἠλλο-
τριῶσθαι τῆς κατὰ τὴνοκρίσιν ἐξουσίας τε καὶ δυνά-
μεως ⁸ οὕτως καὶ ἐπὶ τοῦ τῆς θεότητος λόγου, Χριο
στὸς Θεοῦ δύναμις, καλ⁸ Θεοῦ σοφία’ καὶ τὴν ἑπο-
πτικήν τε καὶ θεατικὴν δύναμιν, ἥνπερ δὴ θεότητα
λέγομεν, διὰ τοῦ Μονογενοῦς 6 Πατὴρ ἐνεργεῖ, τοῦ δὲ
Υίοῦ πᾶσαν δύναμιν ἐν τῷ άγίῳ Πνεύματι τελειοῦν·
τος, καὶ κρίνοντος μὲν, καθὼς Ἡσαΐας φησιν, ἐν
πνεύματι κρίσεως, καὶ πνεύματι καύσεωςο ἐνεργοῦν-
τος δὲ κατὰ τὴν Εὐαγγελίου φωνὴν, ἣν πρὸς τοὺς
Ἰουδαίους πεποίηται. Λέγει γὰρ’ Εἰ δὲ ἐγὼ ἐν Πνεῦ-
ματι Θεοῦ ἐκϐάλλω τὰ δαιμόνια ο ἀπὸ μέρους πᾶν
εἶδος εὐεργεσίας περιλαμϐάνων, διὰ τῆς κατὰ τὴν
ἐνέργειαν ἐνότητος · οἷς γὰρ δι’ ἀλλήλων ἐνεργεῖται τὸ
ἓν, εἰς πολλοὺς καταμεμερίσθαι τὸ ὄνομα τῆς ἐνερ-
γείας οὐ δύναται. Ἐπειδὴ γὰρ εἷς 6 τῆς ἐποπτικῆς
τε καὶ θεατικῆς δυνάμεως λόγος ἐν Πατρὶ καὶ Υίῷ
καὶ Πνεύματι ἁγίῳ, καθὼς ἐν τοῖς ἔμπροσθεν εἴρη-
ται, ἐκ μὲν τοῦ Πατρὸς, οἷον ἐκ πηγῆς τινος ἀφορ-
μώμενος, ὑπὸ δὲ τοῦ Υἱοῦ ἐνεργούμενος, ἐν δέ τῇ
δυνάμει τοῦ Πνεῦματος τελειῶν τὴν χάριν, καὶ οὑ
διακρίνεται πρὸς τὰς ὑποστάσεις οὐδεμία ἐνέργεια ,
ἰδιαζόντως παρ’ ἑκάστης καὶ άποτεταγμένως δίχα
τῆς συνθεωρουμένης ἐπιτελουμένη · ἀλλὰ πᾶσα πρό-
νοια καὶ κηδεμονία , καὶ τοῦ παντὸς ἐπιστασία , τῶν
τε κατὰ τὴν αἰσθητὴν κτίσιν, καὶ τῶν κατὰ τὴν ὑπερ
κόσμιον φύσιν, ἦτε συντη ρητικὴ τῶν ὄντων, καὶ διορ
θωτικὴ τῶν πλημμελουμένων, καὶ διδακτικὴ τῶ
κατορθουμένων, μία ἐστί καὶ οὐχὶ τρεῖς, παρὰ μὲ·
τῆς ἁγίας Τριάδος κατορθουμὲνη, οὐ μὴν κατὰ τδπ
ἀριθμὸν τῶν ἐν τῇ πίστει θεωρουμένων προσώπω,
τριχῇ τεμνομένη , ὡς ἕκαστον τῶν ἐνεργημάτων ἀφ’
ἐαυτοῦ θεωρούμενον, ἢ τοῦ Πατρὸς εἶναι μόνου, ἢ τοῦ