PG 45, col. 1325

καθώς φησιν ὁ Κύριος περὶ αὑτοῦ τοῦτο λέγων τῇ
ξίδίᾳ φωνῇ, ὅτι, ‹ Τὸ Πνεῦμα ὲστι τὸ ζωοποιοῦν. ι
ιΖωοττοιεί δὲ οὑκ αὑτὸ μόνον εἰς τὴν τελείωσιν τῆς
χάριτος ταύτης διὰ τῆς πίστεως λαμϐανόμενον, ἀλλὰ
χρὴ τὴν εις τὸν Κύριον προϋποκεῖσθαι πίστιν, δι’ ἧς
ἠ ζωτικὴ χάρις τοῖς πιστεύσασι παραγίνεται, καθὼς
εὓρηται παρὰ τοῦ Κυρίου, ὃτι Οὑς θέλει ζωοποιεῖ ο
ἀλλ’ ἐπειδὴ καὶὴ διὰ τοῦ Υίοῦ διακονουμένη χάρις
ῆρτηται τῆς ἀγεννήτου πηγῆς, διὰ τοῦτο προηγεῖσθαι
τὴν είς τὸ ὄνομα τοῦ Πατρὸς πίστιν ὁ λόγος διδά-
σκει, τοῦ ζωογονοῦντος τὰ πάντα, καθώς φησιν ὁ
Ἀπόστολος. ὼς ἂν ἐκεῖθεν άφορμηθεῖσαν τὴν ζωο-
ποιὸν χάριν, καθάπερ ὲκ πηγῆς τινος τὴν ζωὴν πη-
γαζούσης διὰ τοῦ μονογενοῦς Υίοῦ, ὃς ἐστιν ἡ άλη-
θὴς ζωὴ, τῇ ἐνεργείᾳ τοῦ Πνεύματος τελειοῦσθαι
τοῖς ἀξιουμένοις. Et οὖν ὴ ζωὴ διά τοῦ βαπτίσματος,
τὸ δὲ βάπτισμα ὲν ὀνόματι Πατρὸς καὶ Υίοῦ καὶ
ιινεύματος άγίου τὴν τελείωσιν ἔχει, τί λέγουσιν οί
τὸ παρεκτικδν τῆς ζωῆς ἀντ’ οὐδενὸς λογιζόμενοι;
Εἰ γάρ μικρὰ ἡ χάρις, εἰπάτωσαν τὸ τῆς ζωῆς τι-
μιώτερον. Et δὲ πᾶν ὅ τι πέρ ἐστι τίμιον τῆς ζωῆς ἐστι
δεύτερον. ἐκείνης λέγω τῆς ὑψηλῆς καὶ τιμίας, κατ’
οὐδὲν ὲπικοινωνεῖή ἄλογος φύσις, πῶς τολμῶσι τὸ
τηλικοῦτον χάρισμα, μᾶλλον δὲ αὑτὸ τδ παρεκτικὸν
τοῦ χαρίσματος κατασμικρύνειν ταῖς ἑαυτῶν ὑπολή-
ψεσι, καὶ κατασπᾷν είς τὴν ὑποχείριον φύσιν θείας
τε καλ⁹ ὑψηλῆς διαζεύξαντεςς Εἶτα καὶ εί μικρὸν τὸ
τῆς ζωῆς λέγουσι χάρισμα, ὡς μηδὲν διὰ τούτου
σεμνόν τε καὶ μέγα τῇ φύσει τοῦ χαριζομένου ἐμφαί-
νεσθαι, πῶς οὑ λογίζονται το ἀκόλουθον, ὅτι ὁ αὐτὸς
ἀναγκάσει λόγος καί¹ περὶ τοῦ Μονογενοῦς καὶ περὶ
αὑτοῦ τοῦ Πατρὸς μηδὲν ὑποτίθεσθαι μέγα τῆς αὐτῆς ζωῆς, ἢν διὰ τοῦ Πνεῦματος ἔχομεν, διὰ τοῦ
Υἱοῦ παρὰ τοῦ Πατρὸς χορηγουμένης;
κ’. Ὥστε εἰ μικρὸν ὑπολαμϐάνουσι τὸ δῶρον οί
καὶ τῆς ζωῆς ἑαυτῶν ὑϐρισταὶ καὶ πολέμιοι, καὶ διὰ
τοῦτο τὸ παρεκτικὸν τῆς χάριτος ταύτης ἀτιμάζειν
ἐγνώκασι, μὴ λανθανέτωσαν οὑχ ἑνὶ προσώπῳ τὴν
ἀχαριστίαν περιορίζοντες, ἀλλὰ διὰ τοῦ ἁγίου ΙΙνεύ-
ματος ἐπὶ τὴν ἁγίαν Τριάδα τὴν βλασφημίαν ἐκτεί-
νοντες. Ὠσπερ γὰρ ἡ χάρις ἀδιασπάστως ἀπὸ τοῦ
Πατρὸς διὰ τοῦ Υίοῢ καὶ τοῦ Πνεύματος ἐπὶ τοὺς
ἀξίους ῥέουσα φέρεται, οὕτως καὶὴ βλασφημία εἰς
τὸ ἔμπαλιν κατά διάδοσιν ἀναλύουσα, ἀπὸ τοῦ Υίοῦ
ἐπὶ τὸν τῶν ὅλων Θεὸν διεξέρχεται. Εἰ γάρ δι’ ἀνθρώ¹
που άθετηθέντος ὁ ἀποστείλας ὴθέτηται, καίτοι πόσον
τὸ μέσον μεταξὺ τοῦ ἀνθρώπου καὶ ἀποστείλαντος,
τί χρὴ λέγειν ἡλίκην ὑποσημαίνει κατάκρισιν τοῖς
κατατολμῶσι τοῦ Πνεύ ματος ; Τάχα διὰ τοῦτο ἀσυγχώ-
ρητον κρῖμα κατὰ τῆς τοιαύτης βλασφημίας παρά (12)
τοῦ νομοθέτου κεκύρωται, ἐπειδὴ πᾶσα δι’ αὑτοῦ ἡ
μακαρία τε καὶ θεία φύσις ὲν τῇ προαιρέσει τοῦ βλασ-
φημοῦντος συγκαθυϐρίζεται. ’Ὠσπερ γὰρ ὁ εὐσεϐῶς
τὸ Πνεῦμα δεξάμενος, εἶδεν ὲν τῷ Πνεύματι τοῦ
⁸⁸ Joan. vi. 64. ¹⁸ Joan. ν, 21. " 1 Tim. vi, l5.
(l3) Cod. κατά.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.