PG 45, col. 20

της παραμενέτω · ὲκ δὲ τοῦ Ἑλληνισμοῦ, η κατὰ τὰς
ὑποστάσεις διάκρισις μόνη, θεραπευθείσης ἑκατέρω-
οεν καταλλήλως τῆς ἀσεϐοῦς ὑπονοίας. Ἐστι γὰρ
ὥσπερ τις Θεραπεία τῶν μὲν περὶ τὸ ἓν πλανωμέ-
νων ό ἀριθμὸς τῆς Τριάδος· τῶν δὲ εἰς πλῆθος taxe-
δασμένων, ὸ τῆς ἑνότητος λόγος.
ΚΕΦΔΛ. Δ’.
El δὲ ἀντιλέγει τούτοις ὁ Ἰουδαῖος, οὐκέτ’ ἃν ἡμῖν
ὲκ τοῦ ἰδίου δύσκολος ό πρὸς ἐκεῖνον γενήσεται λόγος.
Ἐκ γὰρ τῶν συντρόφων αὐτῷ διδαγμάτων ἡ τῆς ἀλη-
θείας ἔσται φανέρωσις. Τὸ γὰρ εἶναι Λόγον Θεοῦ, καὶ
Πνεῦμα Θεοῦ οὐσιωδῶς ὑφεστώσας δυνάμεις, ποιητικάς
τε τῶν γεγενημένων, καὶ περιεκτικὰς τῶν ὕντων, ὲκ
τῶν θεοπνεύστων Γραφῶν ἐναργέστερον δείκνυται.
’Λρκεί δὲ μιᾶς μαρτυρίας ἑπιμνησθένταςζ τοῖς φιλο-
πονωτέροις καταλιπεῖν τῶν πλειόνων τὴν εὕρεσιν. Τῷ
Λόγῳ τοῦ Κυρίου, φησὶν, οὶ οὐρανοὶ ἐστερεώθησαν.
καὶτῷ Πνεύματι τοῦ στόματος αὐτοῦ, πᾶσα ἠ
δύναμις αὐτῶν. Ποίῳ Λόγῳ καὶ ποίῳ [Ii/stipati;
οὔτε γὰρ ῥῆμα ὁ Λόγος , οὔτε ἆσθμα τὸ Πνεῦμα. ἿΙ
γὰρ ἂν καθ’ ὁμοιότητα τῆς ἡμετέρας φύσεως καὶ τὸ
Θεῖον ἒξανϐρωπὶζοιτο, καὶ τοιούτῳ κεχρῆσθαι λόγῳ
καὶ τοιούτῳ πνεύματι, τὸν τοῦ παντὸς ποιητὴν δογμα-
τίζοιεν. Τίς δ’ οἶχε-ται δύναμις ἀπὸ ῥημάτων καὶ
ἄσθματος τηλικαύτη, ὡς ἐξαρκεῖν πρὸς οὐρανοῦ ν
σύστασιν καὶτῶν ὲν τούτοις δυνάμεων; Εἰ γὰρ ὅμοιος
τῷ ἡμετέρῳ ῥήματι καὶ ό τοῦ Θεοῦ Λόγος, καὶ τὺ
Πνεῦμα τῷ πνεύματι, ὁμοία πάντως ἐκ τῶν ὁμοίων
ἡ δύναμις· καὶ ὅσην ό ἡμέτερος, τοσαύτην καὶ ό τοῦ
Θεοῦ Λόγος τὴν ἰσχὺν ἔχει. Ἀλλὰ μὴν ἀνενέργητά
τε καὶ ἀνυπόστατα τὰ τοῖς ῥήμασι συνδιεξερχόμενα
πνεύματα, ’Λπρακτα πάντως καὶ ἀνυπόστατα κάκεῖνα
κατασκευάζουσιν, oi πρὸς τὴν ὁμοιότητα τοῦ παρ’
ἡμῖν λόγου τὸ θεῖον κατάγοντες. Εἰ δὲ, καθὼς λέγει
Δαϐὶδ, ἐστερεώθησαν τῷ Λόγῳ τοῦ Κυρίου οἱ οὖρα-
νοὶ, καὶ αἱ δυνάμεις αὐτῶν ὲν τῷ Πνεύματι τοῦ Θεοῦ
τὴν σύστασιν ἔτιον-ἄρα συνέστηκε τὸ τῆς ἀληθείας
μυστήριον, Λόγον ἐν οὐσίᾳ, καλ⁵ Πνεῦμα ὲν ὑποστάσει
λέγειν ὑφηγούμενον.
ΚΕΦΛΛ. E'.
Ἀλλὰ τὸ μὲν εἶναι Λόγον Θεοῦ καὶ Πνεῦμα, διᾶ τε
τῶν κοινῶν ἐννοιῶν ὁ Ἕλλην, καὶ διὰ τῶν Γραφικῶν
ό Ἰουδαῖος, ίσως οὐκ ἁντιλέξεν τὴν δὲ κατὰ τὸν ἄν·
ορωτιον οἰκονομίαν τοῦ Θεοῦ Λόγου, κατὰ τὸ ἴσον
ἑκάτερος αὐτῶν, ἁποδοκιμάσει, ὡς ἀπίθανόν τε καὶ
ἀπρεπῆ περὶ Θεοῦ λέγεσθαι. Οὐκοῦν ἐξ ἑτέρας ἀρχῆς,
καὶ εἰς τὴν περὶ τούτου πίστιν τοὺς ἀντιλέγοντας
προσαξόμεθα. Λόγῳ τὰ πάντα γεγενῆσθαι καὶ σοφίᾳ
παρὰ τοῦ τὸ πᾶν συστησαμένου πιστεύουσιν,ἦ καὶ
πρὸς ταύτην δυσπειθῶς ἔχουσι τὴν ὑπόληψιν; Ἀλλ’
εἰ μὴ δοῖεν Λόγον καθηγεῖσθαι καὶ σοφίαν τῆς τῶν
ὄντων συστάσεως, ἀλογίαν τε καὶ ἀτεχνίαν τῇ ἀρχῇ

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.