PG 46, col. 172

In inglese: On Infants' Early Deaths 1

γὰρ έγνω νοῦν Κυρίου; ι Ἐπειδὴ δὲ πάλιν 6 Ἀπό-
στολος ἴδιον τοῦ πνευματικοῦ φησι τὸ ἀνακρίνειν τά
πάντα, καὶ ἀποδέχεται τοὺς παρά τῆς Θείας χάριτος
πλουτισθέντας ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει · κα-
λῶς ἔχειν φημὶ μὴ κατολιγωρῆσαι τῆς δυνατῆς ἐξ·
ετάσεως, μηδὲ περιιδεῖν τὸ ζητούμενον ὲν τούτοις
ἀνερεύνητόν τε καὶ ἀθεώρητον, ὡς ἂν μὴ καθ’
ὁμοιότητα τῆς τοῦ προϐλήματος ὑποθέσεως, καὶ 6
περὶ αὑτοῦ λόγος ἀτελὴς ἀφανισθείη, ἢ καὶ ἄωρος,
καθάπερ τι νήπιον τῶν άρτιτόκων πρὶν είς φῶς
προελθεῖν καὶ άδρυνθῆναι, οἷόν τινι θανάτῳ τῇ ρᾳ- “
θυμία τῶν πρὸς τὴν ζήτησιν τῆς ἀληθείας ἀτονοῦν-
των διαφθειρόμενος. Φημὶ τοίνυν καλῶς ἔχειν μὴ “
ῥητορικῶς τε καὶ ἀγωνιστικῶς εὐθὺς κατὰ στόμα
πρὸς ἀντιθέσεις συμπλέκεσθαι, ἀλλά τινα τάξιν
ἐπιθέντας τῷ λόγῳ, δι’ ἀκολούθου προάγειν τὴν περὶ
τοῦ προϐλήματος θεωρίαν. Τίς οὑν ή τάξιςς Τὸ
γνῶναι πρῶτον ὅθεν ἡ ἀνθρωπίνη φύσις, καὶ ὅτου
χάριν ἦλθεν είς γένεσιν. Εἰ γάρ τούτων μὴ διαμάρ-
τοιμεν, οὑδὲ τῆς προκειμένης ἡμῖν θεωρίας ἡμαρ-
τηκότες ἐσόμεθα. Τὸ μὲν οὖν ὲκ Θεοῦ πᾶν ὅ τί πέρ
ἐστι μετ’ αὑτὸν ὲν τοῖς οὖσιν ἐν τῇ φύσει νοούμενόν
τε καὶ ὁρώμενον τὸ εἶναι ἔχειν, περιττὸν ἂν εἴη
λόγῳ κατασκευάζεσθαι, οὐδενὸς, οἶμαι, τῶν ὁπωσοῦν
ὲπεσκεμμένων τὴν τῶν όντων ἀλήθειαν πρὸς τὴν
τοιαύτην ὑπόληψιν ἐνισταμένου. Ὀμολογεῖται γὰρ
παρὰ πάντων, μιᾶς αἰτίας ὲξῆφθαι τὸ πᾶν, καὶ οὑ-
δὲν τῶν όντων αὑτοῦ ἐξ ἑαυτοῦ τὸ εἷναι ἐχειν, οὑδὲ
ἑαυτοῦ εἶναι ἀρχὴν καὶ αἰτίαν, ἀλλά μίαν μὲν φύσιν
εἶναι ἀκτιστον καὶ ἀΐδιον, ἀεὶ κατά τά αὑτά καὶ⁵
ὡσαύτως ἔχουσαν, παντὸς διαστηματικοῦ νοήματος
ὑπερκειμένην, ἀναυξῆ τινα καὶ ἀμείωτον, καὶ παν- ’
τὸς ὅρου ἐπέκεινα θεωρουμένηνο ἧς ἔργον, καὶ χρό-
νος, καὶ τόπος, καὶ τά ἐπὶ τούτοις πάντα, καὶ ετ τι
πρὸ τούτων καταλαμϐάνει ή ἔννοια νοητόν τε καὶ
ὑπερκόσμιον. Ἓν δὲ τῶν γεγονότων καὶ τὴν ἀνθ pm-
πίνην φύσιν εἷναί φαμεν, λόγῳ τινὶ τῆς θεοπνεύστου
διδασκαλίας ὁδηγῷ πρὸς τοῦτο συγχρώμενοισ ὃς φησι
πάντων παρά τοῦ Θεοῦ παραχθέντων είς γένεσιν, καὶ
τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς ἀναδειχθῆναι, ἐξ ἑτερο-
γενῶν συγκεκραμένον τὴν φύσιν, τῆς θείας τε καὶ
νοερᾶς οὐσίας, πρὸς τὴν ἑκάστου τῶν στοιχείων αὐτῷ
συνερανισθεῖταν μοῖραν καταμιχθείσηςο γενέσθαι. δὲ
τοῦτον παρά τοῦ πεποιηκότος, ἐφ’ ᾧτε εἶναι τῆς
θείας τε καὶ ὑπερκειμένης δυνάμεως ἔμψυχόν τιι
ὁμοίωμα. Βέλτιον δ’ ἂν εἴη καὶ αὑτὴν παραθέσθαι
τὴν λέξιν ἔχουσαν οὕτως· ι Καὶ ἐποίησε, ι φησὶν,
ι 6 Θεὸς τὸν ἄνθρωπον · κατ’ είκόνα Θεοῦ ἐποίησεν
αὑτόν. ι Τὴν δὲ αἰτίαν τῆς τοῦ ζώου τούτου κατα-
σκευῆς, τῶν πρὸ ἡμῶν τινες ταύτην ἀποδεδώκασι ν,
ὃτι διχῆ διῃρημένης τῆς κτίσεως πάσης, καθώς
φησιν 6 Ἀπόστολος, είς τὸ ὁρατόν τε καὶ ἀόρατον ο
σημαίνεται διὰ μὲν τοῦ ἀοράτου , τὸ νοητὸν καὶ ἀσώ με,

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.