PG 46, col. 287

tur, haec inde manat et in nos derivatur : eam notionum pulchritudinem ad vitam secum trahens, ιιι
absconditi manifestique hominis convenientia et tanquam concentus quidam appareat, cum vita: mo-
destiam et honestatem notiones ex Christo provenientes moderentur et moveant.
Τοῦτο τοίνυν ἐστὶ, κατά γε τὴν ὲμὴν κρίσιν,
τὸ ὲν τῷ Χριστιανῷ βίῳ τέλειον, b πάντων τῶν
ὀνομάτων είς τδ τοῦ Χριστοῦ διασημαίνεται ὄνομα,
τὸ κοινωνίαν ἔχειν ὲν ψυχῇ τε καὶ λόγῳ, καὶ ὲν τοῖς
τοῦ βίου ἐπιτηδεύμασιν, ὥστε ὁλοτελῆ τὸν ἀγιασμὺν,
κατά τὴν εὐλογίαν τοῦ Παύλου, ἐφ’ ἑαυτοῦ, ὲν ὁλο-
κλήρῳ τῷ σώματι ιιαὶ τῇ ψυχῇ καὶ τῷ πνεύματι,
ἔξω τῆς πρὸς τὸ κακὸν ἐπιμιξίας διηνεκῶς φυλασσό-
μενον. Et δέ τις λέγοι δυσκατόρθωτον εἶναι, ἐπειδὴ
ἄτρεπτος μόνος ὁ τῆς κτίσεως Κύριος, τρεπτὴ δὲ ἡ
ἀνθρωπίνη φύσις, καὶ πρὸς τὰς μεταϐολὰς ἐπιτηδείως
ἔχει, πῶς οὖν ἐστι δυνατὸν, τὸ ἐν τῷ ἀγαθῷ πάγιόν
τε καὶ ἀμετάτρεπτον ἐν τῇ τρεπτῇ κατορθωθῆναι
φύσειο πρὸς τοίνυν τὸν τοιοῦτον λόγον, ἐκεῖνό φαμεν,
δτι οὐκ ἔστι στεφανωθῆναι τινα τὸν μὴ νομίμως
ἀθλήσαντα ο οὐκ ἂν δὲ γένοιτο νομίμως ἄθλησις, μὴ
δντος τοῦ προσπαλαίοντος. Ei οὖν μὴ ἦν ό ἀντίπαλος,
οὐδ ἂν ό στέφανος ἦν ⁶ ἡ νίκη γὰρ καθ’ ἑαυτὴν οὐκ
ἔστιν, ὲάν μὴ ᾖτὺ ἡττώμενον. Οὐκοῦν πρὸς αὐτὸ τὸ
τρεπτδν τῆς φύσεως ἡμῶν ἀγωνισώμεθα, οἷόν τινι
ἀντιπάλῳ διὰ τῶν λογισμῶν συμπλεκόμενοι, οὐ διὰ
τοῦ καταϐαλεῖν αὐτὴν νικηταὶ γινόμενοι, ἀλλά διὰ
τοῦ μὴ συγχωρῆσαι πεσεῖν. Οὐδὲ γὰρ μόνον πρὸς τὸ
κακὸν ό ἄνθρωπος τῇ τροπῇ χρῆται (ἦ γὰρ ἂν ἀμή-
χανον ἦν αὐτὸν ἐν ἀγαθῷ γενέσθαι, εί πρὸς τὸ ἐναν-
τίον μόνον τὴν ῥοπὴν εἶχεν ἐκ φύσεως) ο νυνὶ δὲ τὸ
κάλλιπον τῆς τροπῆς ἔργον, ἡ ὲν τοῖς ἀγαθοῖς ἐστιν
αὐξησις, πάντοσε τῆς πρὸς τὸ κρεῖττον ἀλλοιώσεως
ἐπὶ τὸ θειότερον μεταποιούσης τὸν καλῶς ἀλλοιούμε-
νον. Οὐκοῦν τὸ φοϐερὸν εἶναι δοκοῦν (λέγω δὲ τὸ
τρεπτὴν ἡμῶν εἶναι τὴν φύσιν), οἷόν τι πτερὸν πρὸς
τὴν ἐπὶ τὰ μείζω πτῆσιν ό λόγος ὑπέδειξεν ο ὡς ζη-
μίαν εἶναι ἡμῖν τὸ μὴ δύνασθαι τὴν πρὸς τὸ κρεῖτ-
τον ἀλλοίωσιν δέξασθαι. Μὴ τοίνυν λυπείσθω ό βλέπων
ἐν τῇ φύσει τδ πρὸς τὴν μεταϐολὴν ἐπιτήδειον, ἀλλὰ
πρὸς τὸ κρεῖττον πάντως ἀλλοιούμενος, καὶ ἀπὸ δό-
ξης είς δόξαν μεταμορφούμενος, οὓτω τρεπέσθω, διὰ
τῆς καθ’ ἡμέραν αὐξήσεως πάντοτε κρείττων γινόο
μενος, καὶ ἀεὶ τελειούμενος, καὶ μηδέποτε πρὸς τὸ
πέρας φθάνων τῆς τελειότητος. Αὐτίκα γάρ ἐστιν ὡς
ἀληθῶς τελειότης τὸ μηδέποτε στῆναι πρὸς τὸ κρεῖτ-
τονῂ αὐξανόμενον, μηδέ τινι ’πέρατι⁷ περιορίσαι τες
λειότητα.
τ’ l Thess. v, 25. ⁷³ ll Tim. ll, 5.

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.