PG 46, col. 300

σκοποῦντες, τῷ μὲν πληγὰς, τῷ δὲ νουθεσίαν, τῷ δὲ
ἔπαινον, τῷ δέ ἄλλο τι τῶν τοιούτων προσάγουσιν,
οὐδὲν οὑτε πρὸς χάριν, οὔτε πρὸς ἀπέχθειαν τούτων
ποιοῦντες, καθὼς καὶ oi πνευματικοὶ¹ προεστῶτες
ποιεῖν ὀφείλουσιν. Ἐὰν οὕτως ἔχητε πρὸς ἀλλήλους,
οἵ τέ ὑφεστῶτες καὶ οἱ διδάσκαλοι , οἱ μὲν πειθόμενοι
μετά χαρᾶς τοῖς ἐπιταττομένοις. οἱ δὲ μεθ’ ἡδονῆς
τοὺς ἀδελφοὺς ἐπὶ τὺ τέλειον προαγόμενοι , καὶ ταῖς ,
τιμαῖς ἀλλήλους προηγῆσθε · τὸν τῶν ἀγγέλων ἐπὶ
τῆς γῆς ζήσεσθε βίον. Πειθέτω δέ ἕκαστος ἐαυτὸν, ὡς
Β οὑ τοῦ συνόντος ἀδελφοῦ μόνον ἐστι καταδεέστερος ,
ἀλλὰ καὶ παντὸς ἀνθρώπου · τοῦτο γάρ γινώσκων,
μαθητὴς ἔσται ὅντως Χριστοῦ. sum; οὖν τῆς ταπει-
νότητος τοὺς καρποὺς, καὶ τὴν ζημίαν τοῦ τύφου, μι-
μήσασθε τὸν Δεσπότην , καὶ ἐνὶ σώματι καὶ μιᾷ ψυχῇ
χωρεῖτε πρὸς τὴν ἀνω κλῆσιν, ἀγαπῶντες τὸν Θεὸν
καὶ ἀλλήλους. Ἀγάπη γὰρ καὶ φόϐος ὁ πώς Κύριον,
τὸ πρῶτον τοῦ νόμου ἐστὶ πλή ρωμα. Πλὴν οὑχ ἁπλῶς,
οὑδέ αὐτομάτως ἡμῖν ἠ πρὸς Θεὸν ἀγάπη ἐγγίνεσθαι
πέφυκεν, ἀλλά διά πολλῶν πόνων καὶ μεγάλων φραν-
τίδων, καὶ συνεργίας τῆς τοῦ Χριστοῦ , καθὼς είρη-
κεν ή Σοφία. ι Ἐὰν γὰρ ζητήσῃς αὑτὴν, › φησιν,
ι ὼς ἀργύριον, καὶ ὡς θησαυροὺς ἐξερευνήσῃς,
τότε συννοήσεις φόϐον Κυρίου, καὶ ἐπίγνωσιν Θεοῦ
εὑρήσεις. ι Θεοῦ δέ ἐπίγνωσιν εὑρὼν, καὶ φόϐον συν-
νοήσεις ῥᾳδίως, καὶ τὸ ἐφεξῆς κατορθώσεις, τὺ ἀγα-ο .
πᾷν, λέγω.τδν πλησίον · τοῦ γὰρ πρώτου καὶ μεγάλου
πόνῳ κτηθέντπ , τὺ δεύτερον ἔλαττον δν, ἀπονώτερῶ
ἐστιν · ἐπεὶ ὁ τὸν Θεὸν μὴ ἀγαπῶν ἐξ ὅλης καρδίας ,
καὶ ἐξ ὅλης διανοίας, πῶς ἃν ὑγιῶς καὶ ἀδόλως ἐπι-
μελοῖτο τῆς τῶν ἀδελφῶν ἀγάπηςς
Τὸν δὲ μὴ τήν ψυχὴν ὅλην ἀποδιδόντα Θεῷ , μηδέ
πρὸς τὴν ἐκείνου κεκενωμένον ἀγάπην , εὑρὼν ό τῆς
κακίας τεχνίτης χειροῦται ῥᾳδίως λογισμοῖς πονη.
ροῖς ὑποσκελίζων , νῦν μὲν βαρέα φαίνεσθαι ποιῶν
τὰ τῆς Γραφῆς ἐπιτάγματα , καὶ ἐπαχθῆ τήν εἰς
τοὺς ἀδελφοὺς θεραπείαν · νῦν δὲ ἐπαίρων είς ἀλα-
ζονείαν καὶ τῦφον ἀπ’ αὑτῆς τῆς είς τοὺς ὁμοδούλους
διακονίας , ὼς τὴν παρά τῶν ἀνθρώπων δόξαν ζητεῖν,
καὶ τιμὴν παρὰ τῶν ἀδελφῶν ἐπαιτεῖν · καὶ οὕτω τὰ
τῶν ἀπίστων πραγματευόμενος καὶ ποιῶν. Ἀπιστος
γὰρ ὁ τὰς ἀνθρωπίνας ἀντὶ τῶν οὐρανίων θηρεύων
τιμὰς , ὡς αὑτός πού φησιν ό Κύριος · ι Πῶς δύνα..
σθε ὑμεῖς πιστεύειν , δόξαν παρ’ ἀλλήλων λαμϐάνον-
τες , καὶ τὴν δόξαν τὴν παρά τοῦ μόνου Θεοῦ οὑ ζη-
τοῦντες; ι Ἀγάπης οῦν ήμῖν παρούσης τοῦ Θεοῦ,
ἀνάγκη καὶ τά λοιπά ταύτῃ συνέπεσθαι, καὶ τὸ φιλ-
άδελφον , τὸ πρᾶον , τὸ ἀνυπόκριτον , τὸ περὶ τὰς
εὐχὰς διαρκὲς καὶ σπουδαῖον, καὶ ἅπλῶς πᾶσαν ἀρε-
τήν. Ὠς δὲ μεγάλου τοῦ κτήματος ὄντος, μεγάλων

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.