PG 46, col. 424

καὶ τὴν τομὴν ἀπειλοῦσαν. Λίρετώτερον ὲν κακῶν
ἐκλογῇ ἀξιωθέντα τινὰ τοῦ σωτηρίου λουτροῦ, γενέ-
σθαι πάλιν ὲν ἀμαρτήματι,ἢ τῆς χάριτος ἀμέτοχον
τελευτῆσαι τὸν βίον. Τὸ μὲν γὰρ πλημμέλημα τυ-
χὸν καὶ συγγνώμης ἢ φιλανθρωπίας ἀξιωθήσεται,
ἦς πολλὴ λπαρά τῶν ἀγαθῶν ἐλπίςο τὸ δὲ παντά-
πασιν ἀπηγορευμένην ἔχειν τὴν σωτηρίαν ἐξ ἀπο-
φάσεως ώρισμένης· ὅταν γὰρ ἀκούσω τῆς ἀψευδοῦς
φωνῆς λεγούσης, ι Ἀμὴν, ἀμὴν λέγω σοι’ ἐὰν μή
τις γεννηθῇ ἀνωθεν, ού δύναται ἰδεῖν τὴν βασιλείαν
τοῦ Θεοῦ, ι οὐδὲν δύναμαι τοῖς ἀμυήτοις προσδοκῆ-
σαι χρηστόν. Τίνος γάρ ὅντως συγγνώμης δίκαιον
τοῖς τοιούτοις μεταδιδόναι, οἳ τὴν βασιλικὴν χάριν
ὲνύϐρισαν, μὴ δεξάμενοι τάς ἀποκοπάς τῶν χρεῶν,
μηδὲ προσκυνήσαντες τὴν ἐλευθερίαν καὶ ἀσπασάμε-
νοι, αύτεπάγγελτον πρὸς αὐτοὺς ἐλθοῦσαν ἐξ ούρα-
νῶν ° διά δὲ τῆς καταφρονήσεως τοῦ δώρου, τὸν δω-
ρησάμενον ἀτιμάσαντες; Ψυχὴν ἀφώτιστον καὶ τῇ
χάριτι τῆς παλιγγενεσίας μὴ κοσμηθεῖσαν, οὐκ οῖδα
οὐδὲ εἰ ἄγγελοι μετά τὸν χωρισμὸν τοῦ σώματος
ὑποδέχονται. Πῶς γάρ τὴν ἀσφράγιστον, τὴν μηδὲν
τῆς δεσποτείας ἐπίσημον φέρουσαν ; Ἦ εἰκὸς ἐμφέρε-
σθαι τῷ ἀέρι πλανωμένην καὶ ἀλητεύουσαν, καὶ ἀζή-
τητον, ὡς ἀδέσποτον ο ἐπιθυμοῦσαν ἀναπαύσεως καὶ
μονῆς, καὶ μὴ εὐρίσκουσαν ὀδυρομένην ἀνόνητα, καὶ
μεταμελομένην ἄπρακτα· ὁμοίαν τῷ πλουσίῳ, ἓν
πορφύρα, καὶ βύσσος ὴμφίαζεν , τρυφὴ δὲ παντοία
καὶ ἀπόλαυσις ἁϐροδίαιτος ἔτρεφεν, ὓλην τοῦ ἀσϐέ-
στου πυρός.
Ἐθέλω δὲ ὑμῖν εἰπεῖν τινα καὶ λόγον ἀνδρὸς
ἀθλίου, ἀποτυχόντος τῆς μεγάλης ἐλπίδος, καὶ ζη-
τοῦντος ὕδωρ ὲν ἀνύδρῳ καιρῷ. Πρώην γὰρ ἡνίκα
ἡ καταδρομὴ τῶν νομάδων Σκυθῶν, πολλὴν σὺν τοῖς
οἰκοῦσι χώραν ἠφάνισεν, ἐπὶ τῆς Κομαναίων πόλεως
ταύτης ἀστυγείτονος τά προάστεια τῶν βαρϐάρων
ληῑζομένων , ἀνήρ τις νέος τῶν εὐπατριδῶν, Ἀρχίας
τοῦνομα, ὃν καὶ αὐτὸς ἀκριϐῶς ἠπιστάμην περιαλ-
γεῖν τοῖς τε ἰδίοις καὶ κοινοῖς τῆς πατρίδος κακοῖς
ἐξῆλθε τῆς πόλεως καὶ τοῦ φρουρίου, dig κατοπτεῦέ
σαι ἀκριϐῶς, πόσοι μὲν οἰ λῃοῦντες βάρϐαροι, τίνα
δὲ τά συμϐαίνοντα πάθη ⁸ καὶ περιπεσὼν τοῖς πολε-
μίοις κατετοξεύθη. Πεσὼν δὲ καὶ πρὸς τὸν θάνατον
ἐπειγόμενος, ώς εἶχε δυνάμεως, ἀνεϐόα (καὶ γὰρ ἦν
τῶν ἀμυήτων)·,Ὄρη καὶ νάπαι, βαπτίσατε · δένδρα,
καὶ πέτραι, καὶ πηγαὶ, δότε τὴν χάριν. Καὶ ταδς
οἰκτραῖς φωναῖς ταύταις ἐπετελεύτησεν. Ἀς καὶ ἡ
πόλις μαθοῦσα, πλέον τῆς συμφορᾶς τῆς κατά τὸν
πόλεμον ἀπεθρήνησεν. Παραπλήσιοι δὲ τούτῳ καὶ οἰ
παρὰ τῶν νόσων ἀθρόως πιεζόμενοι. Ὅταν γὰρ ὁ
χθὲς⁴ύγιαίνων καὶ μακροὺς ἐαυτῷ τοὺς χρόνους τῆς
³⁸ Luc. xw, 19'

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.