PG 46, col. 425
ζητεῖται, τὰ σκεύη, τὸ ὕδωρ. ὁ ἱερεὺς, ὁ λόγος ὁ πρὸς
τὴν χάριν προευτρεπίζων, ὃν ἀπαιτεῖ μὲν ἡ χρεία,
ἐπισκοτεῖ δὲ ή νόσος, σφοδρὸν καὶ ἀνένδοτον ἐργαζο-
μένη τὸ ἆσθμα. Καὶ ποιεῖ τὸν θόρυϐον τῆς κατά
πόλεμον συνοχῆς οὐκ έλάττονα’ πάντες δὲ oi κατά
τὴν οἰκίαν ἀλλήλοις ἀπαντῶντες ὲκρήγνυνται’ καὶ
ὠθισμός ἐστι, καὶ ταραχὴ, καὶ θρόος γοώδης κα)⁵
ἄσημος, ῶσπερ ὲν νυκτομαχίᾳ ἀλλήλοις ἐμπλεκομέ-
νων, δούλων, συγγενῶν, φίλων, τῶν παίδων, τῆς
γαμετῆς Ὠς έτι τοίνυν καιρὸς εἰρήνης, τὰ καθ’ ἐαυ-
τοῦς σωφρόνως διαθώμεθα. Ἑν σχολῇ καὶ γαλήνῃ τοῦ
βίου δέξασθε τὴν τοῦ Χριστοῦ δωρεὰν, ὅτε καὶ ὁ λαμ-
ϐάνων τὴν ὑψηλὴν καὶ ἀσύγκριτον εὐεργεσίαν μεθ’
ἡδονῆς τῷ καταλόγῳ τῶν υἱοθετουμένων συναριθμεῖ-
ται, καὶ οί γνώριμοι πάντες τὴν ἐκείνου πρὸς τὸ
κρεῖττον μεταποίησιν ἐξαίρετον χαρὰν καὶ εὐφροσύ-
νην ποιοῦνται.
⁹Αλλά δέδοικα, φησὶ, τὸ τῆς φύσεως ήμῶν είς
ἁμαρτίαν εὔκολον, καὶ διά τοῦτο πρὸς τὴν χάριν τῆς
παλιγγενεσίας βραδύνω. Εύπρόσωπον μέν σου τῆς
δειλίας τὺ πρόσχημα, καὶ καλῶς σαυτὸν κατασχημα-
τίζεις τῷ τῆς εὐλαϐείας πλάσματυ ἀλλά σοι σύν-
τομος ἐρώτησις προσαχθεῖσα ἀρκέσει προγυμνῶσαι
τὴν σκηνὴν εύ κόλως. Ἐπεὶ γὰρ, ὁ δεδοικέναι λέγων τὴν
ἁμαρτίαν, κατηχούμενος ὑπάρχεις, τίνα ἄρα ζῇς βίον
ἀκατηγόρητον, ἢ τὸν ἀναμάρτητον, ἢ τὸν ἐν ἀμαρ-
τίαις; Εί μὲν γὰρ τὸν ἀναμάρτητον, τί δειλιᾷς τὸ βά-
πτισμα, καὶ πρὸ ἐκείνου τηρῶν τήν νομοθετημένην
ἀκρίϐειαν ; Εί δέ σοι ἀκάθαρτος καὶ ἀφύλακτος ἡ ζωὴ
βραδύνων ἐν ἀνομίαις, καὶ τῇ μακρᾷ συνηθείᾳ ἕξιν
κτώμενος τοῦ κακοῦ, πρόδηλον ὅτι τὴν ἐσχάτην ἀνα-
μένεις ἀναπνοήνο ἵνα τῷ βαπτίσματι παραληφθέντι
κατά τὴν τελευταίαν ῶραν συντελεσθῇ ή ζωή. Τοῦτο
δέ ἐστι καινὴ καὶ¹ παράδοξος ἐμπορία, ού χρυσοῦ καὶ
ἐσθῆτος, ἀλλά πλήθους ἀνομιῶν καπηλεία περίεργος
τῆς κατά ψυχὴν καθάρσεως. Καὶ καθάπερ οί χοῖροι
πηλὸν ὲκ πηλοῦ μετέρχονται, καὶ τὸν βόρϐορον ἔχου-
σιν αὐτοῖς ἐνδιαίτημα· οὕτως of. ταῖς ἀκαθαρσίαις
συζῶντες συνάπτουσιν ἐπαλλήλους τὰς ἀνομίας. ἸΙ
γὰρ τῇ πορνείᾳ⁵ μολύνονται, ἢ τὴν δυσώνυμον μοι-
χείαν τεχνάζουσιν, ἢ τὴν μέθην ἀσκοῦσι τὸ τῶν πο-
γηρῶν ἐπιθυμιῶν ὑπέκκαυμα, ἢ τὰς ἀδελφὰς τούτων
καὶ συγγενεῖς ἁμαρτίας ἐπιτηδεύουσι. Φοϐοῦνται δὲ
τδ βάπτισμα, ὡς τῶν ήδονῶν κώλυμα, καὶ τῶν μια-
ρῶν ἀπολαύσεων ἀποχήν. Ὅταν οὖν λέγει ὁ προφα-
σιζόμενος προφάσεις ὲν ἁμαρτίαις, ὅτι Φοϐοῦμαι,
πρόδηλός ἐστιν ού τὴν ἁμαρτίαν εὐλαϐούμενος, ἀλλὰ
μακρὰν αύτῷ γενέσθαι βουλόμενος, τὴν έν ταῖς
ἁμαρτίαις ἀναστροφήν. Ol δὲ ταύτην ἔχοντες ἐν τῷ
βάθει τὴν πονηρὰν γνῶμην, πρῶτον μὲν οὐδὲ ἀξιοῦν-
ται τῆς χάριτος⁶ ἀλλά ταῖς κεναῖς ἐλπίσιν ἑαυτοῦς
⁸⁸ Luc. χιι. ‘20.
PATuOL. GR. Χ LV ι .