PG 46, col. 449

σάς με. Οὐκ ἔδει καί σὲ ἐλεῆσαι τόν σύνδουλόν
σου, ὡς καὶ ἐγώ σε ἠλέησας Καὶ ὀργισθεὶς ό
Κὺριος παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς, ἕως
οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον αὐτῷ. Τότε σε κα-
ταλήψεται ἠ ἀνόνητος (54) μεταμέλεια · στεναγμοὶ δὲ
καταλήψονται βαρεῖς, καὶ κόλασις ἀπαραίτητος. Οὑ-
διμοῦ δὲ χρυσὸς βοηθῶν, οὐκ ἄργυρος ἐπαμύνων.
Πικροτὲρα δέ χολῆς ὴ τῶν τόκων ἀνάδοσις. Ταῦτα οὐ
ῥήματα φοϐοῦντα , ἀλλὰ πράγματα ἀληθῆ , πρὸ τῆς
πείρας τὸ κριτήριον διαμαρτυρόμενα, ἃ. φυλάξασθαι
τῷ σωφρονοῦντι καλὸν, καὶ ᾧ τοῦ μέλλοντος πρόνοια.
ἰνα δέ μεταξῦ τῶν τοῦ Θεοῦ κριμάτων καί τι (55)
τῶν ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις συμϐάντων ἐν οἰκίᾳ το-
κογλύφον διηγησάμενος ὠφελήσω τι τοὺς ἀκούοντας ,
ἀκούσατε τοῦ λόγου, καὶ τάχα oi πολλοὶ τὴν ὑπόθεσιν
ὡς γνώριμον ἐπιγνώσεσθε.
’Δνήρ τις ἦν ἐπὶ τῆσδε τῆς πόλεως (οὐκ ἐρῶ δὲ
τοῦνομα , κωμῳδεῖν ὀνομαστὶ τὸν τελευτήσαντα φυ-
λαττόμενος), τέχνην ἔχων τὰ δανείσματα, καὶ τὴν ἐκ
τῶν μιαρῶν τόκων ἐπικαρπίαν. Τῷ πάθει δὲ συν-
εχόμενος τῆς φιλαργυρίας, φειδωλὸς ἦν καὶ περὶ τὴν
ίδίαν δαπάνην (τοιοῦτοι (56) γὰρ οἱ φιλάργυροι), οὺ
τράπεζαν αὐτάρκη παρατιθέμενος, οὐχ ἱματίων συν-
ἐχειαν (57), ἢ κατὰ χρείαν, ἀμείϐων, οὐ τέκνοις
παρέχων τὴν ἀναγκαίαν τοῦ βίου διαγωγὴν, οὐ λου-
τρῶν ταχέως μεταλαμϐάνων, φόϐῳ τοῦ μισθοῦ καὶ
τῶν τριῶν ὀϐολῶνο πάντα δὲ τρόπον ἐπινοῶν, ὅθεν ἂν
πλέον τὸν ἀριθμὸν προαγάγοι τῶν χρημάτων. Οὔτε
μὴν ἀξιόπιστόν τινα φύλακα τοῦ βαλαντίου ἐνόμιζεν,
οὐ τέκνον, οὐ δοῦλον, οὐ τραπεζίτην, οὐ κλεῖν, οὺ
σφραγῖδα, ταῖς δέ τῶν τοίχων ὀπαῖς τὸ χρυσίον ἐμ-
ϐάλλων, καὶ τὸν ’κυλλὸν ἔξωθεν ἐπαλείφων, ἄγνωστον
πᾶσιν εῖχεν τὸν θησαυρὸν, τόπους ἐκ τόπων ἀμείδων,
καὶ τοίχους ἐκ τοίχων, καὶ τὸ λανθάνειν πάντας σο-
φιζόμενος εὐμηχάνως. Ἀθρόον ἀπῆλθε τοῦ βίου, οὐ-
δενὶ τῶν οἰκείων ἐξαγορεύσας , ἔνθα ὁ χρυσὸς κατ-
ὡρυκτο (58). Κατωρύχθη μὲν οὖν κάκεῖνος τὺ κρύψαι
κερδάνας. Οί δέ παῖδες αὑτοῦ, πάντων ἔσεσθαι τῶν
ἐν τῇ πόλει λαμπρότεροι διὰ πλοῦτον ἐλπίσαντες,
ἠρεύνων πανταχοῦ, παρ’ ἀλλήλων διεπυνθάνοντο, τοὺς
οἰκέτας ἀνέκρινον, τά ἐδάφη τῶν οίκων άνώρυττον,
τοὺς τοίχους ὑπκὲνουν, τὰς τῶν γειτόνων καὶ γνω-
ρίμων οἰκίας ἐπολυπραγμόνουν, πάντα δὲ λίθον (59),
τὸ τοῦ λόγου, κινήσαντες, εὗρον οὐδ’ ὀϐολόν. Διὰγουσι
¹³ Matth. xvm, 52 sqq.
⁸¹ Psal. ιιν, 5. ⁸³ Exod. nn, 25.
(54) ’Δνόνητοᾳ Sic correxi vitium Ed. ἀνώνη·
τος.
ξὲδ) Καί ιτα-βά. καὶ τι cum asterisco post τὶ.
lacuna: signo Mon. καὶ τῆ.
(56) Τοίοῆτοι. Men. τοιοῦτο.
(57) Συνέχειαν. Man συνεχῶς,

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.