PG 46, col. 593

In inglese: On the Baptism of Christ 1

πευσε χάριν. Ταῦτα μὲν οὖν ἐνεργὰ καὶ πρακτικὰ
ἐεηνυματα τῆς διὰ τοῦ λουτροῦ παλιγγενεσίας. Κατ-
ἐδωμεν δὲ λοιπὸν τὰς διὰ λόγων καὶ φωνῶν προφη-
πτείας. Ὁ μὲν οὖν Ἡσαῖας κέκραγε, λέγων· Aούσα-
σθε, καθαροὶ γένεσθε· ἀφέλετε τὰς πονηρίας ἀπὸ
τῶν ψυχῶν ὑμῶν. Ὁ δὲ Δαβίδ· Προσέλθετε πρὸς
εεὐτύν, καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ
μμὸ καταιισχυνθῆ. Ἰεζεκιὴλ δὲ τῶν δύο σαφέστερον
καὶ λευκότερον γράφων, ὑπισχνεῖται τὴν καλὴν ἐπαγ-
γελίαν· Καὶ ῥανῶ ἐφʼ ὑμᾶς καθαρὸν ὕδωρ, καὶ
καθαρσθήσεσθε ἀπὸ πασῶν τῶν ἀκαθαραιῶν
ὕμῶν, καὶ ἀπὸ πάντων τῶν εἰδώλων ὑμῶν καθα-
ρεο ὑμᾶς, καὶ δώσω ὑμῖν καρδίαν καινὴν, καὶ
ππνεῶμα καινὸν δώσω ὑμῖν· καὶ ἀφελῶ τὴν καρ-
δέαν τὴν λιθνην ἐκ τῆς σαρκός ὑμῶν, καὶ δώσω
ὕμῖν καρδίαν σαρκίνην· καὶ τὸ πνεῦμά μου δώσω
ἐν ὑμῖν. Ἐναργέστατα δὲ καὶ ὁ δαχαρίας τόν τε
Ἰησοῦν προφητεύει τὸν ἐνδεδυμένον τὸ ῥυπαρὸν ἱμά-
τιον, τὴν δουλικὴν καὶ ἡμετέραν σάρκα, ἐκδύων δὲ
αὐτὸν τῆς σκυθρωπῆς ἐσθῆτος, κοσμεῖ τῇ καθαρᾷ
καὶ λαμπούσῃ στολῇ· διδάσκων ἡμᾶς διὰ τοῦ εἰκονι-
κοῦ ὑποδείγματος, ὅτι δὴ ἐν τῷ βαπτίσματι τοῦ Ἰη-
σοῦ πάντες ἡμεῖς ἐκδυόμενοι τὰς ἀμαρτίας ὡς χι-
τῶνα πτωχικόν τε καὶ πολυκόλλητον, τὸν ἰερὸν καὶ
κάλλιστον τὸν τῆς παλιγγενεσίας μετενδυόμεθα. Ποῦ
δὲ θήσομεν κάκεῖνο τοῦ Ἡσαίου τὸ λόγιον, πρὸς τὴν
ἔρημον κράζοτ Εὐφράνθητι, ἔρημος διιψῶσα· ἀγαλ-
λιάσθω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον, κοὶ ἐξαν-
θήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Τορδάνου.
Πρόδηλον γὰρ ὡς οὐ τόποις ἀψύχοις καὶ ἀναισθήτοις
τὴν εὐφροσύνην εὐαγγελίζεται· ἀλλὰ τροπολογεῖ διὰ
τῆς ἐρήμου τὴν αὐχμώδη ψυχὴν καὶ ἀκόσμητον. Ὡσ-
περ δὴ καὶ ὁ Δαβὶδ, ὅταν λέγῃ· Ἡ ψυχή μου ὡς
γῆ ἄνυδρός σο. Καὶ πάλιν· Ἐδίῤησεν ὁ ψυχή
μου πρὸς τὸν Θεὸν ἱσχυρὸν τὸν ῶντα. Καὶ αὐθις
ἐν Εὐαγγελίοις ὁ Κύριος· Ἐάν τις διιψᾶ, ὀρχέσθω
πρός με, καὶ πινέτω. Καὶ πρὸς τὴν Σαμαρεῖτιν·
Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου, διψήσει πά-
λια· ὄν δʼ ἄν πίῃ ἐκ τοῦ Οδατος, οὐ ἐγὼ δώσω
αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αlῶνα. Καὶ ἡ τιμὴ
δὲ τοῦ Καρμήλου δίδοται τῇ ψυχῇ τῇ ἐχούσῃ τὴν
ὁμοίωσιν πρὸς τὴν ἔρημον· τουτέστιν, ἡ διὰ τοῦ
Πνεύματος χάρις. Ἐπειδὴ γὰρ λίας μὲν ψκει τὸν
Κάρμηλον (όνομαστὸν δὲ τὸ ὄρος ἐγένετο διὰ τὴν τοῦ
ἐποικοῦντος ἀρετὴν καὶ ἀοίδιμον), ὁ δέ γε Ἰωάννης
ἐ Βαπτιστὴς ἐν τῷ πνεύματι Ἡλίου διαλάμπων, τὸν
Ἰορδάνην ἡγίαζε· διὰ τοῦτο ὁ Προφήτης ἐθέσπιζε,
τὴν τιμὴν τοῦ Καρμήλου τῷ ποταμῷ δοθήσεσθαι. Καὶ
τὴν δόξαν δὲ τοῦ Λιβάνου, ἐκ τῆς παραβολῆς τῶν
ὑψηλῶν δένδρων, ἐτὶ τὸν ποταμὸν μετήνεγκεν. Ὡς
γὰρ ἐκεῖνος ὁ Λίβανος ἱκανὴν ἔχει θαύματος ἀφορ-
μὴν, αὐτὰ τὰ δένδρα ἃ φύει καὶ τρέφει· οὕτως ὁ
Ἰορδάνης δοξάζεται, ἀνθρώπους ἀναγεννῶν καὶ φυ-
τεύων ἐν τῷ τοῦ Θεοῦ παραδείσῳ· ὡν, κατὰ τὴν ψαλ-
μικὴν φωνὴν,άνθούντων ἀεὶ καὶ ταῖς ἀρεταῖς κομών-
των, τὸ μὲν φύλλον οὐκ ἀποῤῥυήσεται, τὸν δὲ καρπὸν
s? IΚa. I, I6. ⁶ PspI. αXXmI. 6. s⁶ Εαech. ααv, 25 εqq. ⁵⁶ Ech. m, 3.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.