PG 46, col. 600

τικὸν γάμον ἑαυτῷ μετιὼν, πρῶτον μὲν νέον ἑαυτὸν καὶ
πάσης παλαιότητος κεχωρισμένον τῇ ἁνακαινίσει τοῦ
νοὸς ἐπιδείξει ο εἶτα πλούσιον γένος , ᾧ τὸ πλουτεῖν
ἐστι περισπούδαστον οὐ τοῖς ἀπὸ γῆς σεμνυνόμενον
χρήμασιν, ἀλλὰ τοῖς οὐρανίοις θησαυροῖς κομῶντα.
Γένους δὲ σεμνότητα, οὐ κατὰ τὴν αὐτόματον συντυ-
χίαν, πολλοῖς καὶ τῶν φαύλων προσοῦσαν, κάκεῖνος
ἔχειν φιλοτιμήσεται, ἀλλὰ τὴν πόνῳ καὶ σπουδῇ δι’
οίκείων κατορθωμάτων προσγινομένην, ἢν μόνοι αὐ-
χοῦσιν οί τοῦ φωτὸς υἱοὶ, καὶ τέκνα θεοῦ, καὶ τῶν
ἀφ’ ἡλίου ἀνατολῶν εὐγενεῖς διὰ τῶν ἔργων τῶν φωρ
τεινῶν χρηματίζοντες· ίσχύν δὲ κα)⁵ εὐεξίαν, οὐ
σῶμα ἀσκῶν, οὐδὲ καταπιαίνων τὴν σάρκα περι-
ποιήσεται. ἀλλά πᾶν τούναντίον, tv τῇ τοῦ σώματος
ἀσθενείᾳ τελειῶν τὴν τοῦ πνεύματος δύναμιν. Οἶδα
δὲ καὶ τὰ ἕδνα τοῦ γάμου τούτου οὐκ ἀπὸ φθαρτῶν
χρημάτων πεποιημένα, ἀλλ’ ὲκ τοῦ ἰδίου πλούτου τῆς
ψυχῆς δωροφορούμενα. Βούλει μαθεῖν τὰ τῶν δώρων
όνόματα; ἄκουσον Παύλου τοῦ καλοῦ δυ μφοστόλου, tv
τίσι πλουτοῦσιν οἱ tv παντὶ συνιστῶντες ἑαυτούς· tv
οἷς ἄλλα τε πολλὰ καὶ μεγάλα εἰπὼν, ι Καὶ tv άγνόο
τητι ι φησιν. Καὶ πάλιν ὅσα ἑτέρωθεν tv τοῖς τοῦ
πνεύματος καρποῖς άπαριθμεῖται, πάντα τοῦ γάμου
τούτου δῶρά ἐστι· καὶ εί τις μέλλει πείθεσθαι τῷΣο-
λομῶντι, καὶ τὴν ἀληθινὴν σοφίαν σύνοικόν τε καὶ
βίου κοινωνὸν ἐαυτῷ λαμϐάνειν (περὶῆς φησιν, ὅτι
ι Ἐράσθητι αὐτῆς, καὶ τηρήσει σε · τίμησόν αὐτὴν,
ἵνα σε περιλάϐῃ ι ἐπαξίως τῆς ἐπιθυμίας ταύτης
παρασκευάσεται tv καθαρᾷ τῇ στολῇ τοῖς tv τῷ γάμῳ
συνευφραινομένοις συνεορτάζειψ ἵνα μὴ ἀπόϐλητος
γένηται, τῆς μὲν ὲορτῇς συμμετασχεῖν ἀξιῶν, τὸ δὲ
ἔνδυμα τοῦ γάμου μῆ περικείμενος. Δῆλον δὲ ὅτι
κοινὸς ό λόγος ἐστὶν, ἐπί τε ἀνδρῶν καὶ γυναικῶν
ὁμοίως. είς τὴν περὶ τῶν τοιούτων γάμων σπουδήν ·
ἐπειδὴ γὰρ, καθώς, φησιν ὁ Ἀπόστολος , ι Οὐκ ἔνι
ἄρσεν καὶ θῆλυ ⁸ πάντα δὲ καὶ ἐν πᾶσι Χριστός· ›
είκότως ό τῆς σοφίας ἐραστὴς τὸν ἔνθεον ἔχει τῆς
ἐπιθυμίας σκοπόν, ὅς ἐστιν ὴ ἀληθὴς σοφία· καὶ ἡ
τῷ ἀφθάρτῳ νυμφίῳ προσκολληθεῖσα ψυχὴ, τῆς άλη-
θινῆς σοφίας ἔχει τὸν ἔρωτα, ἣτις ἐστὶν ὁ Θεός. Ἀλλὰ
τί μὲν ὁ πνευματικὸς γάμος ἐστὶ, καὶ πρὸς τίνα βλέ-
πει σκοπὸν ὁ καθαρός τε καὶ οὐράνιος ἔρως, μετρίως
ἡμῖν ὲκ τῶν εἰρημένων ἀνακεκάλυπται.
quove purus caalestisque
spirituale matrimonium,
ΚΕΦΑΛ. KA'.
Ὀτι χρὴ τὸν ἀκριὸζῷς ζῇν ⁸προελόμενον, ,πρὸς πᾶν
εἶδος σωματικῆς ἡδονῆς ἀλλοτρίως ἔχειν.
Ἐπειδὴ δὲ τῇ καθαρότητι τοῦ Θεοῦ προσεγγίσαι,

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.