PG 46, col. 808

λεως, ὡς καὶ τοῖς τῶν Ἰουδαίων παισὶν ὲκ τοῦ [σου
προτιθέναι τῆς φιλανθρωπίας ταύτης τὴν μετουσίαν.
Διαφέρει δὲ πάντως οὐδὲν, ἢ διὰ καμψάκου τὴν θείαι
ἐντολὴν, ἢ διά τινος ἄλλης ἀφορμῆς ἐκπληρῶσαι. Ἦ
γὰρ παραμυθία τῶν δεομένων οὐ ζητεῐ τὸ πόθεν, ἀλ.λῦ
πρὸς τὸ γινόμενον βλέπει.
Εί δὲ ἀνωφερὴς 6 Ἠλίας ἐγένετο, θαυμαστὸν μὲν
καὶ τοῦτο, καὶ ὑπὲρ λόγον τὸ θαῦμα. Πλὴν οὐκ ἀπό-
ϐλητον καὶ τὸ ἕτερον εἶδος τῆς ἐπὶ τὸ ἄνω φορᾶς ς
ὅταν τις διὰ τῆς ὑψηλῆς πολιτείας ἀπὸ γῆς εἰς οὐ·
ρανὺν ὰνοικίζηται, διὰ τοῦ Πνεύματος ἅρμα τὰς ἀρε-
τὰς ποιησάμενος. Ὅπερ δὴ κατωρθῶσθαι τῷ διδα-
σκάλῳ πῶς 6 εὐγνωμόνως τὰ κατ’ αὑτὸν ἐξετάζων
σδνθήσεται. *Αρα χρὴ καὶ τοῦ Σαμουὴλ κατατολμῆσαι
τῷ λόγῳ; Ἀλλ’ έν τοῖς ἄλλοις πᾶσι τῶν πρωτείων
τῷ προφήτῃ παραχωρήσαντες, πρὸς δύο τινὰ τῶν
περὶ αὐτοῦ λεγομένων, καὶ τὰ περὶ τὸν διδάσκαλον
ἠ μῶν οἰκείως έχοντα δείξομενο Θεόσδοτος ἀμφοτέρων
ή γέννησις ἦν. Ὠς γὰρ ἐκεῖνον ή μήτηρ, οὕτω καὶ
τοῦτον ἐξ αἰτήσεως θείας 6 πατὴρ ἐτεκνώσατο. Καὶ
ἀρρωστίᾳ ποτὲ συσχεθέντος έπιθανατίῳ ἔτι έν τῷ
νέῳ τῆς ήλικίας , εἶδεν 6 πατὴρ ἐπιφανέντα αὑτῴ
κατά τὴν ἐνύπνιον ὄψιν τὸν Κύριον, τὸν ὲν τῷ Εὐαγ-
γελίῳ τὸν παῖδα τῷ βασιλικῷ χαρισάμενον, κάκεῖνα
εἰπόντα πρὸς τοῦτον, ἃ. πρὸς ἐκεῖνον εἶπεν 6 Κύριος,
ὅτι Πορεύου, ὀ υἱός σου ζῇ. UB τὴν πίστιν καὶ αὑ-
τὸς μιμησάμενος, τὸν αὐτὸν ἐπὶ τῇ πίστει καρτών
ἐκομίσατο, τὴν τοῦ υίοῦ σωτηρίαν ὲκ τῆς φιλανθρω-
πίας τοῦ Κυρίου δεξάμενος.
Ἕν μὲν δὴ τοῦτο τοῖς θαύμασι τοῦ Σαμουὴλ ἀνα·
τίθεμεν. ’Ἰαξτερον δὲ, ὅτι τὸ εἶδος τῆς ἱερουργίας τὸ
αὐτὸ τοῖς δύο συνεσπουδάσθη. Εἰρηνικὰς προσήγαγον
ἀμφότεροι τῷ τὰς θυσίας, ὑπὲρ τῆς τῶν πολε.
μίων ἀναιρέσεως ἱερουργοῦντες , 6 μὲν ἐπὶ τῇ κατα-
λύσει τῶν αἱρέσεων, ὁ δὲ κατὰ τῶν ἀλλοφύλων τοῦτο
ποιῶν. Μωῦσῆς δὲ 6 μέγας, κοινὸν πρόκειται πᾶσι
τοῖς πρὸς ἀρετὴν ὁρῶσιν ὑπόδειγμα · καὶ οὐκ ἄν τις
πλημμελοίη, τοῦ ίδίου βίου σκοπὸν τὴν ἀρετὴν τοῦ
νομοθέτου ποιούμενος. Οὐκοῦν ἀνεπίφθονον πάντως
εἴη ,δεῖξαι τὸν διδάσκαλον ἡμῶν, ὲν οἷς οἷός τε ἦν, τὸν
νομοθέτην ἐπὶ τοῦβίου μιμούμενον. Ἑν τίσι τοίνυν
ἡ μίμησις ἧνς ’Δρχουσὰ τις τῶν Αἰγυπτίων, ais-
ποιησαμένη τὸν Μωῦσέα παιδεύει τὴν ἐγχώριον
παίδευσιν, οὐκ ἀποστάντα τοῦ μητρῴου ,μαζοῶ ,ἕως

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.