PG 46, col. 809

μετά ταῦτα ὁ Μωῡσῆς τῆς ψευδωνύμου μητρὸς τὴν
σεσοφισμέγην συγγένειαν. Οὐδὲ οὗτος παρέμεινεν
ἐπιπολὺ νομίζεσθαι τοῦτο ᾧ ἐπῃσχύνετο. Πᾶσαν γὰρ
τὴν ἐκ τῶν ἔξωθεν λόγων δόξαν ἀποσεισάμενος , ὥσπερ
τὴν βασιλείαν ἐκεῖνος, πρὸς τὸν ταπεινὸν ἀπηυτομὸ-
λησε βίον, καθάπερ καὶ τοὺς Ἑϐραίους ὁ Μωῦσῆς
προτιμοτέρους τῶν Αἰγυπτίων θησαυρῶν ἐποιήσατο.
Τῆς δὲ φύσεως ἐφ’ ἑκάστου τὸ ἑαυτῆς ἐνεργούσης
(ἑκάστου γὰρ ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος),
οὐδὲ οὗτος ἐκτὸς ἦν τῆς τοῦ Αἰγυπτίου λογισμοῦ μά-
χης, ἢν ἐπῆγε τῷ καθαρεύοντι ο ἀλλὰ συμμαχῶν τῷ
βελτίονι, νεκρὸν ἐποίει τὸν κακῶς τῷ Ἑϐραίῳ ἑπ-
εγειρόμενον. Ἐϐραῖος δὲ λογισμὸς, 6 ὲκκεκαθαρμένος
καὶ ἀμόλυντος. '0 γὰρ διᾲ τοῦ νεκρῶσαι τὰ ἐπὶ τῆς
γῆς μέλη τῇ ψυχῇ συμμαχῶν μιμεῖται τοῦ Μωῦσέως
τὴν ἀριστείαν, ἣν κατά τοῦ Αἰγυπτίου ἐνήργησεν.
Παραδραμεῖν δὲ προσήκει τὰ πολλὰ τῆς ἱστορίας,
ὠς ἂν μὴ πολὺν ὄχλον ἐπάγοι τῇ ἀκοῇ, τὸ πάντα δι’
ἀκριϐείας θέλειν ἐκτίθεσθαι, ὅσα τε ἐπὶ Μωῦσέως ὁ
λόγος κατέχει, καὶ ἐν οἷς ἐγένετο τοῦ διδασκάλου ἡ
πρὸς τὸν νομοθέτην ὁμοίωσις. Κατέλιπε τὴν Αἴγυπτον
μετά τὸν θάνατον τοῦ Αἰγυπτίου ὁ Μωσῆς, καὶ πο-
λὺν ὲν τῷ μέσῳ διῆγεν χρόνον ἐφ’ ἑαυτοῦ ίδιάξων.
’Κατέλιπε καὶ οὗτος τοὺς ἐν ἄστει θορύϐους, καὶ τὰς
ὑλικὰς ταύτας περιηχήσεις, καὶ ἦν ἐπὶ τῆς ἐσχατιᾶς
προσφιλοσοφῶν τῷ Θεῷ. Κατελὰμφθη τῷ φωτὶ διὰ
τῆς βάτου ἐκεῖνος. Ἕχομέν τι συγγενὲς τῆς ὀπτασίας
ταύτης καὶ ἐπὶ τούτου εἰπεῖν · ὅτι νυκτὸς οὖσης, γί-
νεται αὐτῷ φωτὸς ἔλλαμψις κατὰ τὸν οἰκον προσευ·
χομένῳ ’ ἄῦλον δέ τι τὸ φῶς ἦν ἐκεῖνο, θεία δυνάμει
καταφωτίζον τὸ οἴκημα, ὑπ’ οὐδενὸς πράγματος
ὑλικοῡ ὲξαπτόμενον. Σώζει τὸν λαὸν δ Μωσῆς ἐκ τοῦ
τυράννου ῥυσάμενος. Μαρτυρεῖ τὰ ἴσα τοῦ καθ’
ἡμᾶς νομοθέτου ὁ λαὸς οὗτος , οὗ διὰ τῆς ἱερωσύνης
πρὸς τὴν ἐπαγγελίαν τοῦ Θεοῦ καθηγήσατο. ’
illuminans, a nulla re materiali accensum. Servat populum Moyses a tyranno liberatum. Paria de
nostro legislatore testatur hic populus, quem per sacerdotium duxit ad Dei promissionem. -
Καὶ τί χρὴ τὰ καθ’ ἕκαστον λέγειν, ὅσους διήγαγε
καὶ οὗτος διὰ τοῦ ὕδατος, ὅσοις διὰ τοῦ λόγου τὸν
’ στύλον τοῦ πυρὸς ἑδᾳδούχησεν, ὅσους τῇ τοῦ Πνεύ-
ματος νεφέλῃ διέσωσεν, ὅσους ἔθρεψε τῇ οὐρανίᾳ
τροφῇ, ὅπως ἐμιμεῖτο τὴν πέτραν ἦποτε τῷ ξύλῳ
ἁνεστομώθη τὸ ὕδωρ, τουτέστιν, ᾖ ποτε ὁ τοῦ σταυ-
ροῦ τύπος τοῦ στόματος ἔθιγεν, ὅπως ὲπότιζε τοὺς
διψῶντας τοῦ ὓδατος ἐκείνου, τῷ πλήθει τῆς ὲπιῤ-
. ᾂιῆς τὰς ἀϐύσσους μιμούμενος, οἷαν μαρτυρίου attn-
νην , καὶ σωματικῶς μὲν ἐν τῷ προαστείῳ κατ-
εσκευάσατο, τοὺς πτωχοὺς τῷ σώματι, πτωχοὺς τῷ
πνεύματι διὰ τῆς ἀγαθῆς διδασκαλίας εἶναι ποιήσας,
ὥστε αὐτοῖς γενέσθαι μακαριστὴντὴν πτωχείαν τῆς
ἀληθινῆς βασιλείας προξενοῦσαν τὴν χάριν; Σκηνὴν
δὲ ἀληθῆ πρὸς τὴν τοῦ Θεοῦ κατοίκησιν τήν ἑκάστου
“Exod. ιιι, 1 sqq.
⁸⁸ Galat. ν, 17. "Exod". t sqq.
Pnaoc. Gn. XLVI.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.