PG 48, col. 660

ρίον ἠρεμοῦνς Ἦ ἀγνοεῖς, ώς οὐκ οἰκείᾳ τοῦτο κατωρ-
θώσαμεν ἀρετῇ, ἀλλ’ ἐκ τοῦ τὴν ἡσυχίαν ἀγαπᾷν, τὸν δὲ
οῦτω διακείμενον ἀγαπητὸν ἐφ’ ἐαυτοῦ μένοντα, καὶ ἐνὶ
μόνῳ ἢ δευτέρῳ χρώμενον φίλῳ,δυνηθῆναι τὸν ἐκεῖθεν
διαφυγεῖν ἐμπρησμὸν, μὴ ὅτι εἰς τὴν ἄϐυσσον τῶν το-
σούτων ἐμπεσόντα φροντίδων ; Τότε γάρ οὐχ ἑαυτὸν
μόνον, ἀλλά καὶ ἐτέρους πολλοὺς ἐπισύρει μεθ’ ἐαυτοῦ
πρὸς τὸν τῆς ἀπωλείας κρημνὸν, καὶ περὶ τὴν τῆς ἐπι-
εικείας ἐπιμέλειαν ἀργοτέρους καθίστησι. Πέφυκε γὰρ
ὼς τά πολλὰ τὸ τῶν ἀρχομένων πλῆθος, ὥσπερ εἰς ἀρ-
χέτυπόν τινα εἰκόνα τοὺς τῶν ἀρχόντων τρόπους ὁρᾷν,
καὶ πρὸς ἐκείνους ἐξομοιοῦν ἑαυτούς. Πῶς οῦν ἂν τις
τὰς ἐκείνων παύσειε φλεγμονὰς, οίδαίνων αὐτός; τίς δ’
ἂν ἐπιθυμήσειε ε ταχέως τῶν πολλῶν γενέσθαι μέτριος,
τὸν ἄρχοντα ὀργίλον ὁρῶν; Οὐ γάρ ἐστιν, οὐκ ἐστι δυο
νατδν τά τῶν ἱερέων κρύπτεσθαι ἐλαττώματα, ἀλλά καὶ
τὰ μικρά ταχέως κατάδηλα γίνεται. Καὶ γάρ ἀθλητὴς,
ἕως μὲν ἂν οίκοι μένῃ, καὶ μηδενὶ συμπλέκηται, δύναται
λανθάνειν, κᾶν ἀσθενέστατος ῶν τύχῃο ὅταν δέ ἀποδύσῃ-
ται πρὸς τούς ἀγῶνας, ῥᾳδίως ἐλέγχεται. Καὶ τῶν ἀν·
θρώπων τοίνυν οἰ μὲν τὸν ἰδιωτικὸν τοῦτον καί ἀπρά-
γμονα βιοῦντες βίον, [591] έχουσι παραπέτασμα τῶνΔ ἰδίων
ἁμαρτημάτων τὴν μόνωσιν· είς δὲ τὸ μέσον ἀχθέντες
καθάπερ ἱμάτιον τὴν ἠρεμίαν ἀποδῦναιᾲάναγκάζονται,
καὶ πᾶσι γυμνὰς ἐπιδεῖξαι τὰς ψυχάς διὰ τῶν ἔξωθεν
κινημάτων. Ὥσπερ οῦν αὐτῶν τά κατορθώματα πολλοὺς
ὢνησε πρὸς τὸν ἴσον παρακαλοῦντα ζῆλον, οὕτω καὶ τά
πλημμελήματα ρᾳθυμοτέρους κατέστησε *περί τὴν τῆς
ἀρε-τῆς ἐργασίαν, καὶ βλακεύειν πρὸς ⁸τούς ύπέρὲ τῶν
σπουδαίων παρεσκεύασε πόνους. Διὸ χρὴ πάντοθεν αὐτοῦ
τὸ κάλλος ἀποστίλϐειν τῆς ψυχῆς, ἵνα καὶ εὐφραίνειν
ἅμα καὶ φωτίζειν δύνηται τὰς τῶν ὁρώντων ψυχάς. Τά
μέν γάρ τῶν τυχόντων ἁμαρτήματα, ὥσπερ έν τινι σκό-
τῳ πραττόμενα, τοὺς ἐργαζομένους ἀπώλεσε μόνους· άν-
δρὸςδέ ἐπιφανοῦς καὶ πολλοῖς γνωρίμου πλημμέλεια
κοινὴν ἀπασι φέρειτὴν βλάϐην, τοὺς μὲν ἀναπεπτωκότας
πρὸς τοὺς ὐπέρ τῶν ἀγαθῶν ἱδρῶτας ὑπτιωτέρους
ποιοῦσα, τοὺς δέ προσέχειν ἑαυτοῖς βουλομένους ἐρεθί-
ζουσα πρὸς ἀπόνοιαν. Χωρὶς δὲ τούτων τά μέν τῶν εύτε-
λῶν παραπτώματα, κᾶν είς τὸ μέσον ἔλθῃ, οὐδένα ἐπλη-
ξεν ἀξιόλογον-πληγήν· οἱ δὲ ἐν τῇ κορυφῇ ταύτης καθ-
ήμενοι τῆς τιμῆς, πρῶτον μὲν πᾶσίν εἰσι κατάδηλοι,
ἔπειτα, κᾶν ἐν τοῖς μικροτάτοις σφαλῶσι, μεγάλα τά
μικρά τοῖς ἄλλοις φαίνεται. Οὐ γάρ τοῦ γεγονότος
μεγέθει ί, ἀλλά τῇ τοῦ διαμαρτόντος ἀξία την- ἁμαρτίαν
μετροῦσιν ἅπαντες. Καὶ δεῖ τὸν ἱερέα καθάπερ τισὶν
ἀδαμαντίνοις ὅπλοις πεφράχθαι πάντοθεν τῇ τε συντόνῳ
σπουδῇ καὶ τῇ διηνεκεῖ περὶ τὸν βίον νήφει, πάντοθεν
περισκοποῦντα, μή πού τις γυμνὸν εὑρὼν τόπον καὶ
παρημελημένον, πλήξῃ καιρίαν πληγήν. Πάντες γάρ
περιεστήκασι τρῶσαι ἕτοιμοι ε καί καταϐαλεῖν, οὐ τῶν
ἐχθρῶν μόνον καὶ πολεμίων, ἀλλὰ καὶ αὐτῶν πολλοὶ
τῶν προσποιουμένων φιλίαν. ’
Τοιάύτας οὖν ἐπιλέγεσθαι δεῖ ψυχάς, οἶα τά τῶν άγίων
ἐκείνων ἀπέδειξε σώματα ἡ τοῦ Θεοῦ χάρις ἐν τῇ Βα-
ϐυλωνίᾳ καμίνῳ ποτέ. Οὐ γὰρ κληματίς καὶ πίσσα καὶ
στυππεῖον ἡ τοῦ πυρὸς τούτου τροφὴ, ἀλλά πολὺ τούτων
⁸ Sic δον. οι quidam mss.Alii vero τίςδᾶν ε’)πειθήσειε. Ιειῑτι
post οὐγὰρ fiam-09} ἔστι, vox sgqupns δυνατόν deest In Sat.
ίιι in aflifluiol mss. Mox aliquifl. Si“). τά μικρότατα.
τ ΑΙὶἱόῦ γάρ τῷ μέτρῳ τοῦ γεγονότοςἶ
, ε Unus τρῶσαι σπουδάζοντες. Infra alii πίσσα καὶ matrimi.

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.