PG 6, col. 746

In inglese: Dialogue with Trypho 115 · Dialogue with Trypho 116

σθαι μελλόντων.”Ηδη μέν τοι ἐθαύμαζον, ἔφην, διὰ τί
και¹ πρὸ μικροῦ ἡσυχίαν ἠγάγετε ἐμοῦ λέγοντος, ἢ
πῶς οὐκ ἐπελάϐεσθέ μου εἰπόντος ὅτι ὁ τοῦ Ναυῆ
υίὸς τῶν ἐξελθόντων ἀπ’ Αἰγύπτου ὁμηλίκων μόνος
εἰσῆλθεν είς τὴν άγίαν γῆν, καὶ οἱ γεγραμμένοι ἀφὴ-
λικες τῆς γενεᾶς ἐκείνης. Ὥσπερ γὰρ αἱ μυῖαι ἐπὶ
τά ἐλκη προστρέχετε καὶ ἐφίπτασθε. Κᾶν γὰρ μυρία
τις εἴπῃ καλῶς, ἐν δὲ μικρὸν ὁτιοῦν είη μὴ εὐάρεστον
ὑμῖν, ῆ μὴ νοούμενον, ἢ μὴ πρὸς τὸ ἀκριϐὲς, τῶν
μὲν πολλῶν καλῶν οὐ πεφροντίκατε, τοῦ δὲ μικροῦ
ρηματίου ἐπιλαμϐάνεσθε, καὶ κατασκευάζειν αὐτὸ ὡς
ἀσέϐημα καὶ ἀδίκημα σπουδάζετε* ἵνα τῇ αὐτῇ
όμοίᾳ (89) κρίσει ὑπὸ τοῦ Θεοῦ κρινόμενοι, πολὺ
μᾶλλον ὑπὲρ τῶν μεγάλων τολμημάτων, είτε κακῶν
πράξεων, εἴτε φαύλων ἐξηγήσεων ἃς παραποιοῦντες
ἐξηγεῖσθε, λόγον δὼσητε (90). '0 γὰρ κρῖμα κρίνετε,
δίκαιόν ἐστιν ὑμᾶς κριθῆναι.
116. Ἀλλ’ ἵνα τὸν λόγον τὸν περὶ τῆς ἀποκαλύ-
ψεως Ἰησοῦ Χριστοῦ τοῦ ἁγίου (91) ἀποδιδῶ ὑμῖν,
ἀναλαμϐάνω τὸν λόγον, καί φημι κάκείνην τὴν ἁπο-
κάλυῲιν είς ἡμᾶς τοὺς ἐπὶ τὸν Χριστὸν ἀρχιερέα
τοῦτον τὸν σταυρωθέντα πιστεύοντας γεγενῆσθαι· οἴ-
τινες, ἐν πορνείαις καὶ ἁπλῶς πάσῃ ῥυπαρᾷ πρά-
ξει ὑπάρχοντες, διὰ τῆς παρὰ τοῦ ἡμετέρου Ἰησοῦ
κατά τὸ θέλημα τοῦ Πατρὸς αὑτοῦ χάριτος τά ῥυ-
παρὰ πάντα ἃ ἡμφιέσμεθα κακά ἁπεδυσάμεθασ οἷς
ὁ διάϐολος ἐφέστηκεν ἀεὶ ἀντικείμενος, καὶ πρὸς ἐαυο
τὸν ἕλκειν πάντας βουλόμενος ’ καὶ ὁ ἄγγελος τοῦ
Θεοῦ, τουτέστιν ἡ δύναμις τοῦ Θεοῦ ἡ πεμφθεῖσα
ἡμῖν διά Ἰησοῦ Χριστοῦ, ἐπιτιμᾷ αὐτῷ, καὶ ἀφίστα-
ται ἀφ’ ἡμῶν. Καὶ ὥσπερ ἀπὸ πυρὸς ἐξεσπασμένοι
ἐσμὲν, ἀπὸ μέν τῶν ἁμαρτιῶν τῶν προτέρων καθαρι-
σθέντες, ἀπὸ δέ τῆς θλίψεως (92) καὶ τῆς πυρώσεως ἣν
πυροῦσιν ἡμᾶς ὅ τε διάϐολος καὶ οἱ αὑτοῦ ὑπηρέται
πάντες’ ἐξ ὧν καὶ πάλιν ἀποσπᾷ (95) ἡμᾶς Ἰησοῦς
ὁ Υἱὸς τοῦ Θεοῦ, ἐνδῦσαι ἡμᾶς τὰ ὴτοιμασμένα ἐνδύ-
ματα, ἐὲιν πράξωμεν αὐτοῦ τὰς ἐντολάς, ὑπέσχετο,
καὶ αἰώνιον βασιλείαν προνοῆσαι ἐπήγγελται. Ὃν γὰρ
τρόπον Ἰησοῦς ἐκεῖνος ὁ λεγόμενος ὑπὸ τοῦ προφὴ-
του ἱερεὺς, ῥυπαρὰ ἱμάτια ἐφάνη φορῶν, ὃιά τὸ γυ-
ναῖκα πόρνην (94) λελέχθαι εἰληφέναι αὐτὸν, καὶ δα-
(92) Ἀπὸ δὲ τῆς θλίψεως. Hoc loco, ut inAaliis
multis, supplendum est aliquod verbum, quo! Chri-
stianos exi persecutionibns, quas diabolus ejusque
ministri excitabant, significetur aliquando libera-
ttttn iri, nempe inqliue mundi. Tempus enim perse-
cutionum aliis tcrfilinis non circuniscribebat Justi-
nus, ut vidimus ιι. 59.
(95) Ἀποσπᾷ. [ιιιςθιιιίυηῒ ἀποσπᾷν ct mox acad
ἐνδῦσαι. Si quis tam—en-retinere velit illud‘ ἀποσπᾷ
(Stepe enim praesens pro futuro usurpat Justinus)
legendum erit ὃς ἐνδῦσαι.
(94)ΔΓυναῖκα.πόρνην. _Non probabile est_Justi-
num id commisisse, quod snspicatur Londinensis
editor, utJesum tilium Josedech cum Osca pro-
pheta confunderet. l’robabilior alia ejusdem cnn-
jet-tura fornicariam uxorem ιι Justino vocari eam
qua: coningio illicito ducebatur. ham Judari vesti-

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.