PG 66, col. 1624

μηδαμῶς ἐαυτῷἔσον, ἢ καὶ πλησίον αὐτοῦ τυγχάνειν-
Ὁ δεινῆς ὑπερηφανίας «Καὶ τίς μού ἐστι πλησίον,s
φησί; Καὶ μεθʼ ἕτερα· Ἀρα οὐ πατήρ σοί ἐστιν, ἔν-
θρωπε, οὐ μήτηρ, οὐκ ἀδελφὸς, οὐ φίλος, οὐ συγ-
γενὴς, οὐ γείτων, οὐκ ἀγχιστεύων, οὐδέ εις τῶν ἐνs
τῇ πόλει ἔτερος; Φεῦ τὴς οἰήσεως καὶ τῆς ἀλαζο-
νείαςl οὕτως ἑαυτὸν ὑπέρτερον τῆς ἀνθρωπίνης
ἡγεῖται φύσεως. Διὸ καὶ ὁ Σωτὴρ οὕτως ἰδὼν ἀνοη-
ταίνοντα, καὶ τῶν ἐν φύσει ὑπομιμνήσκει πλησια-
ζόντων, καὶ τῶν προαιρέσει, καὶ τῶν ἄλλων τῶs
τῇ παραβολῇ δηλωθησομένων, ἵνα πατέρα μὲν
κοινὸν τὸν προπάτορα ἡμῶν Ἀδὰμ ἐπιγνῷ. ἐξ οὗ
πάντες ἄνθρωποι ἀλλήλων ἀδελφιὶ, καὶ πλησίον, διὰ
τὴν ἐν ἐκείνῳ κοινωνίαν, καλεῖσθαι ἄξιοι· εἶτα καὶ
τοὺς κατὰ προαίρεσιν ἀλλήλους εὐεργετεῖν, καὶ ὑππʼ
ἀλλήλων εὐεργετεῖσθαι ἐθέλοντας, ἀδελφοὺς καὶ πλη-
σίον καλέσειεν· οἱ καὶ τοῦ πλησίον εἰσὶ πλησιαίτεροι,
ἐπείπερ οὐ φύσει μόνον, ἀλλὰ καὶ προαιρέσει τὸνν
πρὸς ἀλλήλους ἔχουσι πλησιασμόν. « Ἀνθρωπός τις
κατέβαινεν. Ὁρα παραβολὴν, καὶ τὴν τοῦ νομικοῦ
ἐσφαλμένην διάνοιαν διορθουμένην, καὶ τὴν ἐξ Ἀδὰμ.
ἔως Χριστοῦ κατάστασιν ὑπαινιττομένην, καὶ ἡμῶν
ἐκαστον διδάσκουσαν, ὅπως ὅταν ἐξ ὕψους πολιτείας
ἐναρέτου εἰς βάθος ἀνομιῶν ἑαυτοὺς κατενέγκωμεν,
ὑπὸ ληστῶν τιτρωσκόμεθα νοητῶν, καὶ εἰ μὴ θᾶττον
ἀνανήψαντες ἐκεῖθεν ἀνακληθῶμεν, τῷ τῆς ψυχῆς
αἰωνίῳ καθυποβαλλόμεθα θανάτῳ· καὶ τὸν μὲν νομικὸν
οὕτως διορθοῦται, αὐτὸς γὰρ κατὰ τὸν, « Ἀγαπήσεις
τὸν πλησίον σου, καὶ, « Μισήσεις τὸν ἐχθρόν σου, »
κελεύοντα νόμον, διχῆ τὴν φύσιν διαιρῶν, ἐχθρὸν μὲν
ἑαυτοῦ, πάντα ἄνθρωπον ἡγεῖται ἀλλοεθνῆ· καὶ γὰρ
δὴ καὶ ἦν νόμος αὐτοῖς ἐχθρωδῶς πρὸς πάντας τοὺς
ἐξ ἐθνῶν διακεῖσθαι οὐ μίσει τῷ πρὸς τὴν κοινὴν
φύσιν, ἀλλὰ διὰ τὸ πλειστάκις αὐτοὺς ἐκ τῆς πρις
τὰ ἔθνη οἰκειώσεως εἰς τὴν ἐκείνων εἰδωλολατρείαν
ἐκκλίνειν· Ἰουδαίους δὲ πλησίον ἐαυτοῦ ἡγεῖτο, καὶ
οὐδὲ τούτους πάντας, ἀλλʼ εἰ τινες ἂν εὐρεθεῖεν αὐτῷ
τὴν ἀρετὴν ἐφάμιλλοι. Οἰηματίας δέ τις ὡν, καὶ
δοκῶν πάντων τῇ ἀρετῇ ὑπερέχειν, οὐδένα ἠξίου
πλησίον αὐτοῦ ἢ εἶναι ἢ λέγεσθαι ἀλλʼ ὁ Χριστὸς
τὴν αὐτοῦ καὶ τῶν τὰ ἴσα αὐτῷ νοσούντων ἀγνωσίαν
ἐπανορθῶν, ὀνόματι κοινῷ τῷ, Ἀνθρωπός τις,» οὐ
τόνδε ἢ τόνδε, ἀλλὰ πάντα τὸν ἀνθρωπίνης μετέχοντα
φύσεως πλησίον δεῖν καλεῖσθαι διδάσκει καὶ ἐχθρὸν
μηδʼ ὁντιναοῦν εἰδέναι θεσμοθετεῖ, τὸν μὲζλέγοντανό-
μον,« Ἀγαπήσεις τὸν πλησίον σου,» καὶ,« Μισήσεις τόν
ἐχθρόν σου, ὡς ἀτελῆ παριών, τὸν δὲ ἐαυτοῦ συνεισ-
φέρων, ὄν καὶ ἀλλαχοῦ τίθησι λέγων « Ἀγαπᾶτε
τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν
ὑμᾶς, καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων καὶ
διωκόντων ὑμᾶς» δῆλον γὰρ ὅτι τοὺς τοιούτους πάν-
τας ἐχθροὺς ἡγοῦντο Ἰουδαῖοι· τοὺς δὲ τάναντία
ποιοῦντας, πλησίον. Ὁθεν οὕτω τὸν νομικὸν ἐκπιέ-
ζει, καὶ κατάγχει τῇ τῆς παραβολῆς δυνάμει, ὡς καὶ
ἄκοντα ἀνομολογῆσαι ἀτελῇ μὲν εἶναι, καὶ ἀτελέσιν
εἰρῆσθαι τὸν, μισεῖν τὸν ἐχθρὸν, ἀγαπᾷν δὲ τὸν
πλησίον, κελεύοντα νόμον· τελειότατον δὲ καὶ τε-
λειοποιὸν, ὅν αὐτὸς θεσμοθετεῖ· ἀγαπᾷν πάντως
ἀπλῶς διδάσκων, καὶ μηδένα, ἔνθα χρὴ εὐεργετεῖν,

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.