PG 66, col. 732

Στίχ. ι’. - Εἰπὼν (2) τὸ, Ἐρχόμενον εἷς τὸν
κόσμον, περὶ τοῦ Δεσπότου Χριστοῦ καλῶς ὲπήγαγεν
τὸ, Ἐν τῷ κόσμῳ ἦν, ὥστε δεῖξαι, ὅτι τδ, ἐρχόμε-
νον, πρὸς τὴν διά σαρκὸς εἶπεν φανέρωσιν. Τῇ γὰρ
ὑποστάσει, φησὶ, καὶ τῇ φύσει ἦν ὲν τῷ κόσμῳ, καὶ
πρὸ τούτου, καὶ ὡς καὶ τούτου μικροῦ τινος ὄντος
ἐπήγαγε ’ Καὶ ό κόσμος δι’ αὑ τοῦ ἐγένετο⁸ τουτέστι,
Καὶ τί θαυμαστὸν, εἰ ἦν ὲν τῷ κόσμῳ, ὃς οὐκ ἂν ἦν,
εἰ μὴ ἐκεῖνος ἐϐουλήθη ;
Στίχ. ιγ’. -· Οὐκ ἀκερδὲς τὸ πρᾶγμα ἐγένετο
τοῖς δεξαμένοις αὐτόν. Τὸ γάρ πρῶτον καὶ μέγιστον
ἀγαθὸν ἐχαρίσατο τὴν πρὸς ἑαυτὸν ἰσοτιμίαν μικροῦ
δεδωκὼς καθ’ ὅσον ἦν ὲν ἐξουσίᾳ ἔχειν, τῆς υίότητος
τὴν ἀπόλαυσιν αὐτοῖς χαρισάμενος, ἦς άπήλαυον (4),
ού κατὰ τὴν οἰκείαν φύσιν πάλιν διαδοχῇ τινι σω-
ματικῶς τικτόμενοι, ἀλλά θείᾳ δυνάμει διά τῆς πρὸς
αὐτὸν ὁμοιότητός τε καὶ συναφείας τὴν γένεσιν δε-
χό μενοι.
(5) Φιλάνθρωπος γάρ ὢν ό Θεὸς καὶ εὖεργετι-
κὸς, βίᾳ μὲν οὐδὲ ἀνάγκῃ , πειθοῖ δὲ καὶ τῷ ποιεῖν
εὗ τοὺς βουλομένους ἅπαντας ἕλκει πρὸς ἑαυτόν ·
καὶ διά τοῦτο ἐλθόντα αύτδν οἱ μὲν ἔλαϐον, οἱ δὲ οὐκ
ὲδέξαντο.Ἀνθρωποι μὲν γὰρ, ἃτε ὲν χρείᾳ καθεστῶ-
τες τῆς τῶν οἰκετῶν διακονίας, καὶ βουλομένους
πολλοὺς τῷ τῆς δεσποτείας κατέχουσι νόμῳ · ὁ δὲ
Θεὸς ἀνενδεὴς ὢν , τῆς δὲ ἡμετέρας ἕνεκεν σωτηρίας
μόνον ἅπαντα πράττων, ἡμᾶς αὐτοὺς ποιεῖ τούτου
κυρίους. Τί οὖν κολάζει, φησὶ, τοὺς οὐκ ἔχοντας
ὑπακούειν om; Ὀτι κα)⁹ μὴ πειθομένων ἡμῶν λίαν
κήδεται , σφόδρα ὣν ἀγαθὸς, καὶ ἀποπηδῶντων καὶ
’ φευγόντων οὐκ ἀφίσταται ⁶ ἀλλ’ ἐπειδὴ προτέραν τῆς
εὐεργεσίας ὁδὸν ἀπεωσάμεθα, τὴν διὰ τῆς πειθοῦς καὶ
τοῦ παθεῖν εὖ, τὴν ἑτέραν ἡμῖν ἐπεισήγαγε, τὴν διὰ
τῆς κολάσεως καὶ τῶν τιμωριῶν , ὅπως δέει μὴ π;ῑ-
ραν τῶν τοιούτων λαϐεῖν, καὶ ἄκοντες σωφρονῶμεν.
Ἐπεὶ καὶ οἱ νομοθέται πολλάς καὶ χαλεπάς κατά τῶν
ἡμαρτηκότων τιθέασι τιμωρίας ο καὶ ὅμως αὐτοὺς
οὐκ ἀποστρεφόμεθα · διὰ ταῦτα καὶ μᾶλλον τιμῶμεν
τῶν κολάσεων χάριν· εἰ δὲ τούτους θαυμάζομεν εὑ-
ταξίαν εἰσάγοντας ὲν τῷ βίῳ , ού πολλῷ μᾶλλον τὸν
Θεδν ἐκπλήττεσθαι δεῖ καὶ ἀγαπᾷν τῆς τοσαύτης κη-
δεμονίας ἓνεκεν; Θαυμάσαι δ’ ἀν τις τοῦ μαθητοῦ
μὴ αἰσχυνόμενος ἐπὶ τῇ τοῦ διδασκάλου ἀτιμία, άλλά
μετὰ παρρησίας τὴν εἰς αὑτὸν γεγενημένην ὕϐριν
Aristzeneti epist._cur. _Abresch. Zyvollze ΙἨῼ ρ. ,ί ιφ)
τῆς ζημίας;’ ln Theodoretohacc forma smptus legi-
tn'r. ΥΣ indic. cd. Hal. s. ἀπηλαύσαμεν. Si eatena:
lides, Theodorus intra ad Joan. vr,' 5, ἠρύθμιζεν
“Egisiiagtenus fragmentum est etiam apud Corde-
rinm in Catena. Pergit vere multo_u_l_tcrins codex
Reginae Suecia: IX, ap. Ang. Mai Bibl. nov. Patr.
vn, p. 596. Εοιτ.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.