PG 73, col. 224

γυώμενα· ὁ γὰρ ἀκριβῶς ἤδη μαθὼν, καὶ τὸ σὺν
αὐτῷ ἐτοίμως ἂν παρεδέξατο.
Ἀπεκρίθη Nαθαναήλ, καὶ λέγει αὐτῷ· aὸ7,
σὴ εῖ d ἱὸς τοῦ Θεοῦ, σὺ εt Δ θαοαιλεὺς τοῦ
ἔσρoύI.
ἶδε μόνον ὄντα καρδιῶν ἐρευνητὴν τὸν Θεὸν,
οὐδενὶ δὲ ἐτέρῳ τὸν ἀνθρώπου δίδωσιν ἐξεπίστα-
σθαι νοῦν, τὸ ἐν αλμοῖς ἐκεῖνο, κατὰ τὸ εἰκὸς,
ἐνθυμούμενος· « Ἐτάζων καρδίας καὶ νεφροὺς ὁ
Θεός. » Ὡς γὰρ οὐδενὶ τῶν ἄλλων προσὸν, μόνῃ τῇ
θείᾳ φύσει, καὶ τοῦτο ἐξαίρετον ὁ Μελῳδὸς ἀνατέ-
θεικεν. Οὐκοῦν ἐν ἀφθόγγοις ἔτι ψιθυρισμοῖς τὴν
ὑπόνοιαν αὐτῷ στρεφομένην κατὰ τὸν νοῦν ἐπείπερ
ἔγνω θεωροῦντα τὸν Κύριον, διδάσκαλον μὲν εὐθὺς
ἀποκαλεῖ, προθύμως ἤδη τὴν ὑπʼ αὐτῷ μαθητείαν
εἰσβαίνων, Θεοῦ δὲ Υἱὸν ὁμολογεῖ καὶ βασιλέα τοῦ
Ἰσραὴλ, ᾧπερ ἂν ἐνυπάρχοι τὰ τῆς Θεότητος ἔδια,
τοῦτον εἶναι πάντως καὶ κατὰ φύσιν Θεὸν εὐππαιδεύ-
τως διαβεβαιούμενος.
Ἀπεκρίθη Τησοῦς, κaὶ εlπεν αὐτῷ · Ὁrι επτόν
σοι, δτι εlδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις·
μείζω τούτων δψει.
Ἀσφαλέστερος ἔσῃ πρὸς πίστιν, φηοὶν, ὅταν ἴδῃς
τὰ τούτων μείζονα· ὁ γὰρ ἐνὶ σημείῳ πεπιστευκὼς,
πῶς οὐκ ἔσται πάντως διὰ πολλῶν ἐν ἀμείνοπιν,
ὅταν δὴ μάλιστα φαίνοιντο τῶν ἤδη τεθαυμασμένων
ἀξιολογώτερα
Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, δψεσθε τὸν οὐρανὸν
ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαέ-
νοντας καὶ καταβαίνοντας ἐπὶ τόν
7ὁν· τοῦ ἄν-
θρώπου.
Κοινὸς ἤδη πρὸς πάντας ὁ λόγος ἐπισφραγίζων
τοῦ αθαναὴλ τὴν πίστιν. Ἀγγέλους δὲ ὁφθήσεεθαι
λέγων ἄνω τε καὶ κάτω τρέχοντας ἐππὶ τὸν Τἱὸν τοῦ
ἀνθρώπου, τοῦτʼ ἔστιν, ὑπηρετοῦντας καὶ διακονου-
μένους τοῖς αὐτοῦ διατάγμασιν, εἰς τὴν τῶν μελλόν-
των πιστεύειν σωτηρίαν, τότε δὴ μάλιστα Θεοῦ κατὰ
φύσιν ὑπάρχων ἱὸς ἀναδειχθήσεσθαί φησιν. Οὐ γὰρ
ἀλλήλαις αἱ λογικαὶ δυνάμεις, Θεῷ δὲ πάντως δου-
λεύουσιν. Οὐκ ἀναιρεῖ δὲ ὁ λόγος τὴν ἐν ἀγγέλοις
ὑποταγήν· οὐδὲ γὰρ ἂν εὐλόγως τοῦτο καλοῖτο δου-
λεία· ἀκηκόαμεν δὲ διὰ τῶν ἀγίων εὐαγγελιστῶν,
ὅτιπερ ἄγγελοι προσῆλθον τῷ Σωτῆρι Χριστῷ, καὶ
διηκόνουν αὐτῷ.
Καὶ τῇ ἡμμέρᾳ τῇ τρίτη γάμος ἐγένετο ἐν Κανᾶ
τῆς ἔαλιλαίας, καὶ ὅν ἡ μήτηρ τοῦ Τησοῦ ἐκεῖ.
ἘἘκλήθη δὲ καὶ d Τησοῦς καὶ οἰ μαθηταὶ αὐτοῦ
εἰς τόν γάμον, καὶ ὑστερήσαντος οἴνου, λέγει ἢ
μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτὸν, Οἴνον οὐκ ἔχουσι.
Καὶ λέγει αὐτῇ d θησοῦς.
Εὐαφόρμως ἔρχεται λοιπὸν ἐπὶ τὴν τῶν σημείων
ἀρχὴν, εἰ καὶ ἀβουλήτως ἐδόκει καλεῖσθαι πρὸς αὐ-
τήν· πανηγύρεως γὰρ τῆς ἐπὶ γάμῳ τελουμένης,
δῆλον δὲ δήπου πάντως ὅτι σεμνῶς, πάρεστι μὲν
τοῦ Σωτῆρος ἡ μήτηρ, κεκλημένος δὲ καὶ αὐτὸς τοῖς
οἰκείοις συναφικνεῖται μαθηταῖς θαυματουργήσων
μᾶλλον, ἤπερ ἑστιασόμενος, ἔτι τε πρὸς τουτῳ καὶ
αὐτὴν ἀγιάσων τῆς ἀνθρώπου γενέσεως τὴν ἀρχήν·,

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.