PG 73, col. 601

πλάτος, καὶ τὴν τοῦ Πνεύματος χάριν ἐγκολπούμενοι
καθάπερ ἐκ πρύμνης οὐρίαν ἠχὴν , είς βαθεῖαν ὲκ-
τρέχωμεν ζήτησιν. Χριστὸς γάρ ἐστιν ὁ διδοὺς tv
θαλάσσῃ ὁδὸν, καὶ tv ὕδατι τρίϐον. Κατέληξε μὲν
οὖν τὸ δεύτερον ἡμῖν βιϐλίον, tv τῷ, t Ἐγὼ δὲ οὐ
παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμϐάνω, ἀλλά ταῦτα
λέγω. ἴνα ὑμεῖς σωθῆτε. ι Ἀρξὼμεθα δὲ τοῦ τρίτου,
στοιχηδὸν ὲπισυνάπτοντες τά ἑφεξῆς περὶ τοῦ ἁγίου
Βαπτιστοῦ, λέγοντος τοῦ Χριστοῦ ·
Ἐκεῖνος ἦν d λύχνος ὁ καιόμενος καί φαί-
νων· ὑμεῖς δὲ ἠθελήσατε ἁγαλλιασθῆναι πρὸς
ὤραν ἐν τῷ φωτὶ αὐτοῦ.
Λύχνῳ- παρεικάζει τὸν ἆγιον» Βαπτιστὴν, ἅτε δὴ
κατά τὸ προσεῖναι πεφυκὸς ἀνθρώπῳ μέτρον, προ-
αναλάμψαντα. μὲν τῆς παρουσίας αὑτοῦ, πλὴν οὐκ
ἰδίῳ κεχρημένον φωτί· ού γὰρ ἴδιον tv τῷ λύχνῳ τὸ
φῶς, ἀλλ’ ἔξωθέν τε καὶ ἐπακτὸν καὶ προστεθειμέ-
νον· οὕτω δ’ ἂν ίδοις καὶ τὸν ὲν ἁγίοις παρὰ Χριστοῦ
φωτισμὸν tv Πνεύματι. Διὸ δὴ καὶ λίαν εὐγνωμονέ-
στατα καὶ φρονοῦντες καὶ πράττοντες, αὐτοὶ δι’ ob-
κείας ὁμολογοῦσι φωνῆς· ο ’Ότι ὲκ τοῦ πληρώματος
αὐτοῦ ἡμεῖς πάντες ἐλάϐομεν. ι Φῶς μινῆάρ ἐστι
φύσιν ὀ Μονογενὴς , ἀτε δὴ καὶ ἐκ φωτὸς ἀνα-
λάμψας, τῆς γτοῦ Πατρὺς οὐσίας φημί· μετέχει δὲ
ἠ κτίσις αὐτοῦ· καὶ πᾶν sl τι τὴν τοῦ λογικεύεσθαι
καὶ φρονεῖν ἐπάγεται δύναμιν, σκεῦος ὥσπερ ἐστὶν
εἰς τὸ δύνασθαι θείου πληροῦσθαι φωτὸς, ’ἄριστα
διη ρτισμένον ὑπὸ τοῦ πάντων ἀριστοτέχνου Θεοῦ.
Λύχνος-οὖν ὀγμακάριος Βαπτιστὴς, κατὰ τὸν ἤδη προ-
απωδοθέντα λόγον. Τοῦτο δὲ λέγων ὁ Σωτὴρ. οίκονο-
μιιεῶς τοὺς ἀνοήτους Φαρισαίους καλεῖ πρὸς ὑπό-
μνησιν τῆς τοῦ Θεοῦ καὶ Πατρδς φωνῆς λέγοντός που
περὶ αὐτοῦ · ι Ἤτοίμασα λύχνον τῷ Χριστῷ μου. ι
Σφόδρα δὲ χρησίμως τε καὶ ἀναγκαίως τοῖς ἤδη
προειρημένοις ὲπάγει νυνὶ τὰ τοιαῦτα Χριστός,
Ἐπειδὴ γὰρ πᾶσαν ἀποκλείων τοῖς Ἰουδαίοις ἀφορ-
μὴν ἀπειθείας, καὶ πανταχόθεν αὐτοὺς συνελαύνων
είς τὸ χρῆναι πιστεύειν-αὐτῷ, συναινεῖν ἔδοξέ πως
είς τὸ μὴ δέχεσθαι τὴν παρ’ αὐτοῦ μαρτυρίαν,
eludi—vr ι Ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν
λαμὸἀνω, ι ἴνα μὴ δοκοῖεν ὅντως τε καὶ *ἀληθῶς
οὕτω διακεῖσθαι περὶ τοῦ Προδρὸμου τὸν Κύριον,
ὧσπερ οὖν ἔχει τοῦ λόγου τὺ σχῆμα, χρησίμως εἰς
τὸ παρὸν, οὐχ ἑαυτόν τι λέγοντα περὶ αὑτοῦ, διὰ δὲ
τῆς τοῦπατρὸς φωνῆς εἰσφέρει βοώμενον. ᾭετο γὰρ
δεῖν αίδοτ μάλιστα τῇ πρὸς Θεὸν καὶ Πατέρα, τὸν
ἀντιτείνοντα δυσωπεῖν, ῆγουν ἤδη γυμνότερον θεο-
μαχοῦντα δεικνύειν, ὡς καὶ αὐτοῖς τοῖς τοῦ Θεοῦ καὶ
Πατρὸς ἀνέδην ὑπαντιάζοντα λόγοις. ι Ἦν οὖν,
φησὶν, ἐκεῖνος ὁ λύχνος· ὑμεῖς δὲ ἠθελήσατε ἀγαλ-
λιασθῆναι πρὸς ὥραν ὲν τῷ φωτὶ αὑτοῦ. ι Ἔδει γὰρ
οὐ μόνον τοῦ πρέποντος ἀποφοιτῶντας εὐκόλως, καὶ
'““ Joan. v, 54. ⁹¹ Joan. I, lti. ⁹² l’sal. «sui, l7.

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.