PG 74, col. 337

τῆς ἀληθοῦς καὶ κατὰ φύσιν θεότητος ἐν τρισὶν ὑπο-
στάσεσι νοουμένης, ἐν τε τῷ Πατρὶ, φημὶ, καὶ τῷ
Υίῷ καὶ τῷ ἁγίῳ Πνεόματι, πῶς οὐ σφόδρα τρανὲς
ἀνενδοιάστως ἔχον, ὠς ὅπερ ἃν ἐνός τι τυχὸν ἐνέργημα
λέγηται, τοῦτο τῆς ὅλης ἐστὶ καὶ μιᾶς θεότητος ἀπο·
τέλεα-μα, κατά γε τὸν ἐν δυνάμει τῇ φυσικῇ λόγον.
Καὶ γοῦν 6 Κύριος ήμῶν Ἰησοῦς Χριστὸς, συνεργά-
την ἐφ’ ἅπασι τὸν Πατέρα παραδεχόμενος, τοῖς
ἀνοσίοις Ἰουδαίοις ποτέ προσέμιξε λέγων’ ι Πολλά
καλά ἔργα ἔδειξα ὑμῖν ἐκ τοῦ Πατρός μου, διὰ ποῖον
αὐτῶν ἔργον λιθάζετε-’Ξ με ; › Kal. πάλιν περὶ τῆς κατὰ
τὸ Σάϐϐατονέργασίας ⁸⁷ ι 7'0 Πατήρ pom-9170b), ἕως
ἄρτι ἐργάζεται, κάγὼ ἐργάζομαι. Καὶ οὐκ ἂν, οἶμαι,
τὶς οἰηθείη λέγειν αὐτὸν, ὡς ἀνὰ μέροςμὲν ὁ Πατὴρ
ἐργάταί τι τῶν περὶ τὴν κτίσιν, ἀνά μέρος δὲ πάλιν
6 Υἱός ἐπειδὴ δὲ δι’ Υἱοῦ τὰ πάντα 6 Πατὴρ, καὶ οὐκ
ἂν ἑτέρως ἐργάσαιτό τι τῶν πώποτε (οὗτος γάρ ἐστιν
ἡ σοφία καὶ ή δύναμις αὐτοῦ ), διὰ τοῦτο τῶν ἰδίων
ἔργων ἐργάτην πάλιν ὠνόμασε τὸν Πατέρα, εἰπών ·
ι Ἀπ’ ἐμαυτοῦ ποιῶ οὐδὲν, ἀλλ’ 6 Πατὴρ ἐν ἐμοὶ
μένων ποιεῖ τὰ ἔργα αὐτός. ι Οἶμαι μὲν οὖν προσ-
ήκειν ἡμᾶς οὐχ ἐτέρωςῆτῇδε νοεῖν, ὡς ἐν ἀμπέλου
μὲν τάξει κεῖσθαι Χριστὸν, ἡμᾶς δέ κλημάτων ἠρτῆ-
σθαι δίκην, πιαινομένους ὥσπερ τῇ χάριτι καὶ τὴν
διὰ τοῦ Πνεύματος ἐκπίνοντας δύναμιν εἰς καρποφο-
αν πνευματικήν. Ἐπειδὴ δὲ πάλιν ἡμᾶς ὀρθοποδεῖν
ἑλομένους ὁ πικρὸς τῶν δι’ ἐναντίας περικροτεί λόγος,
καὶ ἀναπείθειν πειρᾶται ἃ μὴ θέμις ἐννοεῖν, φανερὰ
τοῖς ἀκροωμένοις καταστήσομεν συνελόντες λόγοις,
ἅπερ τις ἐκείνων ἐν μακροῖς συντέθεικε στίχοις.
σ Εὖ γὰρ δήτοι, φησὶν, 6 Μονογενὴς διήλεγξέ τε
καὶ καταγελάστους ἀπέφηνε, τοὺς οἰομένους αὑτὸν
όμοούσιον εἰναι τῷ Θεῷ καὶ Πατρί. Ἰδοὺ γὰρ ἄμπε-
λον ἐαυτὸν ὀνομάζει σαφῶς, γεωργὸν δὲ τὸν Πατέρα.
’Ὠσπερ οὖν οὐ ταυτὸν εἰς οὐσίαν, άμπελός τε, φησὶ ,
καὶ γεωργὸς (τὸ μὲν γὰρ ξύλον, 6 δέ ἐστιν άν-
θρωπος), ἀλλογενῆ δὲ ταῦτα, καὶ ἐτερόφυλα παντε-
λὼςο οὕτως οὐχ ὁμοούσιος 6 Υἱὸς τῷ Πατρὶ, διέστηκε
δὲ κατά πολὺ καὶ οὐσιώδης αὐτοὺς διείργει λόγος, εἰ
γε 6 μὲν ἐστι γεωργὸς, ό δέ ἄμπελος. Ὀτι γὰρ οὐκ
εὐλόγως τινὲς εἰς τὸν τῆς μετά σαρκὸς οἰκονομίας
λόγον τὰ τοιαῦτα περιενεγκεῖν ἐπιχειρήσουσιν, οὑκ
ἐστιν ἀμφίϐολον. Οὐ γάρ τὴν σάρκα τὴν ἑαυτοῦ φη-
σιν εἶναι τὴν ἄμπελον, μᾶλλον δὲ τὴν θεότητα. Τίνι γὰρ οὐ σαφὲς ἐσται, φησὶν, ὡς τὸ ἡμέτερον σῶμα
οὐχὶ τῆς τοῦ Σωτῆρος ἐκκρεμᾶτάι σαρκὸς, καθάπερ ἀμπέλου τὰ κλήματα, οὕτε μὴν 6 τῶν ἁγίων καρπὸς
σαρκικδς, ἀλλὰ πνευματικός; Οὐκοῦν ἐν μέρει, φησὶ, τεθείσης εἰς τὸ παρὸν τῆς σαρκὸς, αὐτῇ τῇ θεότητι
τοῦ Υἱοῦ τὴν τοῦ λόγου περιθήσομεν δύναμιν, καὶ αὐτὸν ἐροῦμεν εἶναι τὴν ἄμπελον, ἦς ἐξήμμεθα διὰ
’τῆς πίστεως. ι
Ταυτὶ μὲν ἐκείνῳ καταφλυαρῆσαυ παρέστη παρ-
ωθουμένῳ ποικίλως, κατά γε τδ αὐτῷ καλῶς ἔχειν δο-
κοῦν, τὴν τῶν θείων δογμάτων ὀρθότητα, καὶ σὺν
πολλῇ κακουργίᾳ πρὸς τὸν αὐτῷ προτεθέντα παρα-
τρέποντι σκοπόν. Ἡμεῖς δὲ τῆς ἀληθείας ἐχόμενοι,
’ ⁸⁷, Joan. ι, 32. ⁸³ Joan. v, l7. " Joan. XIV. 1οο

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.