PG 76, col. 1004

τῆς νόσου· ἀκούων δὲ, οἶμαι, καὶ τὰ μνήματα Πέ-
τρου καὶ Παύλου, λάθρα μὲν, ἀκούων δὲ ὅμως αὐτά
θεραπευόμενα, πρῶτος ἐτόλμησεν εἰπεῖν.
Μικρὰ δὲ εἰπὼν περὶ Ἰωάννου τοῦ Βαπτιστοῦ,
πάλιν ἐπανάγων ἐπὶ τὸν ὑπ’ αὑτοῦ κηρυττόμενον
Λόγον· ι Καὶ ὁ Λόγος, φησὶ, σὰρξ ἐγένετο, καὶ
ἐσκήνωσεν ὲν ἡμῖν · ι τὸ δὲ ὅπως λέγειν αἰσχυνόμε-
νος· οὐδαμοῦ δὲ αὐτὸν οὔτε Ἰησοῦν, οὔτε Χριστὸν,
ἄχρις οὗ Θεὸν καὶ Λόγον ἀποκαλεῖ, κλέπτων δὲ
ὥσπερ ἠρέμα καὶ λάθρα τὰς ἀκοὰς ἡμῶν, Ἰωάννην
φησὶ τὸν Βαπτιστὴν ὑπὲρ Χριστοῦ Ἰησοῦ ταύτην
ἐκθέσθαι τὴν. μαρτυρίαν, ὅτι ἄρα οὗτός ἐστιν ὃν χρὴ
πεπιστευκέναι Θεὸν ἐἶναι Λόγον.
ΚΥΡΙΛΛΟΣ.
Καὶ ποῖον, εἰπέ μοι, τῶν ἀποστολικῶν ὲνταλμάτων
ἢ μικρὸν ἢ μέγα πρὸς ήμῶν οὐ τετήρηται; Τί πρὸς
τὸ χεῖρον παρεὸιϐάσθη παρά γε τῶν μετ’ ἐκείνους
τὴν τοῦ λόγου χρείαν ἐγκεχειρισμένων παρὰ Θεοῦ,
καὶ τοῖς ἱεροῖς δόγμασιν οὐκ ἀγεννῶς συναγηγερκὸ-
τωνς Ei μὲν γὰρ τοῖς ἐθέλουσι διαλοιδορεῖσθαι μάτην
τοῖς ἐπ’ οὐδενὶ τῶν ἀτόπων ἐαλωκόσιν ἀνεπιπλήκτως
ἐξέσται τοῦτο δρᾷν, καὶ τὸ χρῆμα αὐτοῖς ἀζήμιον,
ἐναϐρυνέσθω τοῖς καθ’ ἡμῶν, ὡς οὐδέν γε ῥᾷον τοῦ
ψεύδεσθαι καὶ καταγορεύειν εικῆ. τῷ παρ’ οὐδὲν
ἡγουμένῳ τὸ φιλοσκώμμων εἶναι δοκεῖν. Et δὲ δεῖν
οἴεται τοὺς ἐλέγχους ἀκολουθεῖν οἷς ἄν τις ποιοῖτο.
ἢ καθ’ ὧν ἂν ἕλοιτο λόγους, μὴ φιλοψογείτω μάτην,
ὲξελεγχέτω δὲ μᾶλλον. Ἔψεται γὰρ οὕτω τοῖς παρ’
αὑτοῦ λόγοις ἡ πίστις. Θαυμάζω δὲ ὅτι καίτοι πλει-
σταχοῦ τὰ ὲκ τῆς θεοπνεύστου Γραφῆς ἀνω τε καὶ
κάτω στρέφων, καὶ φιλομαθείας δόκησιν οὐκ ἀγεννῆ
θηρώμενος, διημάρτηκε τάληθοῦς, καὶ τοῦτο εἰσ-
άπαν· οὑ γὰρ δὴ φάναι ὡς εἴη Θεὸς ὁ Χριστὸς, οὔτε
Ιίαῦλον, οὔτε Μάρκον, οὔτε Ματθαῖον, οὔτε Δουκᾶν.
’Ένεστι δὲ τοῖς ἐθέλουσι τοὺς πρὸς αὑτὸν γεγονότας
βασανίζειν λόγους, ἐναργέστατα ἰδεῖν, ὲν τοῖς τῆς
θεότητος ἀξιώμασι στεφανοῦντας αὐτὸν, καὶ ἅπερ
ἂν πρέπει μόνῃ τῇ πασῶν ἐπέκεινα καὶ ὑπερτάτη
φύσει, ταῦτα καὶ αὐτῷ προσνέμοντας πανταχοῦ, καὶ
μὴν καὶ Θεὸν ὀνομάζοντας αὐτόν. Καὶ γοῦν ὁ πάνσο-
φος Παῦλος· ι Ιίὺχόμην γὰρ αὐτὸς, φησὶν, ἀνά-
θεμα εἶναι ἀπὸ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν
συγγενῶν κατὰ σάρκα· οἵτινές εἰσιν Ἰσραηλῖται,
ὧν ἡ υἱοθεσία, καὶ ὴ νομοθεσία, καὶ ή διαθήκη, καὶ
αι ἐπαγγελίαι· ὢν οἱ πατέρες, καὶ ἐξ ὤν τὸ κατά
σάρκα Χριστὸς, ὁ ὢν ἐπὶ πάντας Θεὸς εὐλογητὸς εἰς
τοὺς αἰῶνας. ’Λμήν. ι Εἶτα ποίαν ἐπὶ ταύτῃ φωνὴν
έπιζητήσεις έτέραν; Ἰδοὺ γὰρ, ἰδοὺ τὸν κατά σάρκα
ἐξ Ἰουδαίων, τουτέστι Χριστὸν, καὶ Θεὸν ἐπὶ πάν-
τας καὶ μὴν καὶ εὐλογητὸν εἰς τοὺς αἰῶνας, ἀμην,
εἷναί φησιν. Ἔφη δὲ καὶ ἑτέρωθί που· ι Οἱ δὲ ἐν
σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται. Ὑμεῖς δὲ οὐκ

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.