PG 76, col. 793
rrIAAοE.
ἀαρδάνου μὲν οὖν πέρι, γενναῖον οὐδὲν ἢ καὶ μνή-
μεης ἄξιον ἴσχυσεν εἰπεῖν· καίτοι τὸ ψευδομυθεῖν ἐνὸν
αὐτῷ, καὶ ἐν τάξει λαμπρῶν ἀνδραγαθημάτων τὸ
χρῆμα τιθείς. Ὁλίγους γε μὴν σεσαγηνεῦσθαι λέγων
παρὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, κατασμι-
κρύνει τὴν οἰκουμένην, καὶ εὐαριθμήτους εἶναι νενό-
μικε τοὺς ἀνὰ πᾶσαν τὴν γῆν. ΕΕἶτα ὅποι ποτὲ τοὺς
πολλοὺς εὐρήσομεν, εἰ πάντες εἰσὶν ὀλίγοι; Ὁτι δὲ
οὐκ ἡπάτητται μᾶλλον, ἀλλʼ ἐκ τῆς Ἐλλήνων ἀπάτης
ἀποσαλεύοντες μεθορμίζονται πρὸς ἀλήθειαν, οἱ τὸν
τῶν Εὐαγγελίων προσιέμενοι λόγον, αὐτὰ βοήσει τὰ
πράγματα, κἂν ἡμεῖς σιγήσωμεν. Τὰς δέ γε θεοση-
μείας, τὰς διὰ Χριστοῦ δηλονότι, κακύνειν ἀποτολ-
μῶν, θαυμάζειν οὐκ οἶδεν, ὰ δὴ θαυμάζεσθαι πρέπει.
Πῶς γὰρ ἦν ἑτέρως Θεὸν ὄντα γινώσκεσθαι, καὶ ὅτε
γέγονεν ἄνθρωπος μεμενηκὼς ὅπερ] ἦν; ἀρα τουτονὶ
τὸν ὑπερμεγέθη καὶ ἀτέκμαρτον ἐλίξας οὐρανὸν, καὶ
γῆν ἐτέραν παρὰ τὴν οὕσαν ἐξ ὑδάτων ἀνασχεῖν ἐπι-
τάξας ἡμῖν; ἄρα καινουργήσας τι περὶ τὸν ἤλιον
καὶ σελήνην, καὶ τὰ λοιπὰ τῶν ἄστρων; Ἀλλʼ ἦν οὐχ
οὗτος αὐτῷ τῆς ἐνανθρωπήσεως ὁ σκοπός· ἠλέει δὲ
μᾶλλον τοῖς τῶν δαιμονίων φενακισμοῖς εἰς ἀθλιότητα
τὴν ἐσχάτην κατακομισθέντα τὸν ἄνθρωπον, καὶ
ἡγνοηκότα μὲν ὀμοτρόπως, τίς ὁ φύσει καὶ ἀληθῶς
ἐστι Θεὸς καὶ ὁ τῶν ὅλων δημιουργὸς, ἀπενηνεγμένον
δὲ πρὸς ἀμαθῆ καὶ κίβδηλον νοῦν, διά τοι τὸ προσκυ-
νεῖν ἐλέσθαι τῇ κτίσει παρὰ τὸν κτίσαντα, ξύλοις τε
καὶ λίθοις ἀνάψαι τὸ σέβας. Iνα τοίνυν μετα[τεῖθεῖεν
τὸν νοῦν ἐπί τε τὸ δεῖν εἰδέναι τὸ ἀληθὲς, ἐπέφανεν
ὁ Χριστὸς ἐν εἰδει τῷ καθʼ ἡμᾶς, Υἱὸν ἑαυτὸν εἶναι
λέγων τοῦ τόδε τὸ σύμπαν διʼ αὐτοῦ συμπήξαντος.
Ἐπειδὴ δὲ ἕλκον ἐστί πως ἀεὶ τὸ θαῦμα πρὸς πίστιν,
ἰᾶτο μὲν τοὺς ἐν ἀῤῥωστίαις, τυφλοῖς ἐνίει τὸ φῶς·
ἐπέταττε τοῖς ἀκαθάρτοις δαίμοσι σφᾶς αὐτοὺς ἐνιέ-
ναι τοῖς τῆς ἀβύσσου μυχοῖς, καὶ δρᾶν ἦν ἀνάγκη τὸ
κεκελευσμένον· ὀχλουμένους δὲ παρʼ αὐτῶν ἠλευθέ-
ρου. Θαλάσσαις καὶ πνεύμασιν ἐπιτιμῶν, ἐκέλευεν
ἡρεμεῖν. Οὐκ ἡγνόηκε δὲ ἡ κτίσις τὴν τοῦ τὰ τοιάδε
προστάσσοντος ἐξουσίαν. Ἐκάλει νεκροὺς ἐκ μνημά-
των, ὀδωδότας τε ἤδη καὶ ἐφθαρμένους. Παλιναίρε-
τον ποιεῖσθαι τὴν ζωὴν θεοπρεπεστάτοις νεύμασι
κατεσκεύαζε. Τί τούτων, εἰπέ μοι, λαμπρότερον; τί
δὲ οὕτω μεγαλοφυές; Εἰ μὲν οὖν ἰατρικῆς ἐμπειρίας
ἐπίδειξις ἦν ἡ τερατουργία, μηδὲ ποιείσθω σεπτὴν,
ἀνεπίπληκτον ἐχέτω τὸ μὴ θαυμάζειν αὐτήν. Ἐπειδὴ
δὲ δυνάμεως τῆς ὅτι μάλιστα θεοπρεπεστάτης σαφῆ
τὴν (1) πῶς οὐκ ἀληθὲς δπερ ἔφην; Ἀμελέτητον γὰρ
αὐτῷ καὶ,ὡς ἔοικεν, ἀπεσπουδασμένον τὸ χρῆναι θαυ-
μάζειν, ὰ χρῆν δήπου τοῦ παντὸς ἀξιοῦσθαι λόγου.
ποιητῶν ἄριστος·
Ἀλλʼ ξτοι θάνατον μέν ὀμοίιον, οὐδέ θεοί περ
Καὶ φίλῳ ἀνδρὶ δύκανταα ἀλαλκέμεν, όππότε κεν
(σὴ
δέορʼ ἀλοὴ καθέλγσι τανηλεγέος ανάιοιο (2).
(1) Locus mutilus.