PG 76, col. 521

ρήκαμεν, ὡς ἑλέσθαι φρονεῖν παρ’ ὃ δεῖ φρονεῖν ⁸
ἀποτεκεῖν ἔφημεν τὴν Παρθένον σάρκα γεγονότα κατά
si; Γ ραφὰς τὸν τοῦ Θεοῦ Λόγον, τουτέστιν ἄνθρω-
πονο ἀποτεκεῖν δὲ αὐτὸν σαρκικῶς, τουτέστι κατὰ
σάρκα ⁸ 6 μὲν γὰρ Θεὸς και⁵ Πατὴρ θεῖκῶς γεγέννη-
κεν ἐξ αὑτοῦ Θεὸν ὄντα τὸν Υἱόν ’ ἐπειδὴ δὲ τὸ γε-
γεννημένον ἐκ τῆς σαρκὸς, σάρξ ἐστι, γεγέννηκεν ή
Παρθένος, ὡς σὰρξ ὑπάρχουσα, σαρκικῶς · τὸ δὲ σαρ-
κικῶς είπείν,οὐκ ἀναιροῦντός ἐστι τῆς γεννήσεως τὸ
παράδοξον, οὔτε μὴν ἀνατρέποντος τοῦ ἁγίου Ilvati-
ματος τὴν ἐνέργειαν, δι’ ἧς ἐν μήτρᾳ διέπλασε τὸ
τεχθέν· διδάσκοντος δὲ μᾶλλον, ὄτι ὥσπερ Θεὸς τί-
κτει θεῖκῶς, ἦτοι θεοπρεπῶς κατὰ τὴν ίδίαν φύσιν,
οὕτω καὶ ἄνθρωπος ἀνθρωπίνως, ἤτοι σὰρξ σαρκι-
κῶς. Θεὸς δὲ ὣν κατὰ φύσιν 6 Λόγος, ἦτοι ε σὰρξ
γεγονὼς, προῆλθε θεοπρεπῶς, τουτέστιν, ὡς ἂν πρέ-
ποι τῷ γε ὄντι κατά τὴν ἀλήθειαν Θεῷ. Μόνος γὰρ
ἔσχε μητέρα τὴν ἀπειρόγαμον, καὶ⁸ τετήρηκε παρ-
θένον τὴν τεκοῦσαν αὐτὸν κατὰ σάρκα. Θαυμὰζω δὲ,
ὅτι Θεοτόκον ὀκνοῦντες εἰπεῖν τὴν ἁγίαν Παρθένον,
θεοπρεπῶς αὐτὸν γεγεννῆσθαί φασιν h. Οὐ γὰρ άν-
θρωπος κοινὸς τίκτεται θεοπρεπῶς. Δῶρα δὲ προσ-
κεκομίσθαι φασὶ παρὰ τῶν μάγων τὰ πρόσφορα καὶ
τῷ νοουμένῳ, καὶ τῷ φαινομένῳ, διαιροῦντες είς δύο
δὴ πάλιν μετὰ τὴν ἕνωσιν τὸν Κύριον ί Ἰησοῦν Χρι-
στόν· ὁ γὰρ νοούμενος γέγονεν ἀθατδῖ οὐ μεταϐολῇ
φύσεως, ἀλλ’ ἑνώσει τῇ πρὸς τὸ ὁρώμενον σῶμα. Καὶ
γοῦν αὐτόπτας, καὶ ὑπηρέτας γενέσθαι τοῦ Λόγου
τοὺς ἁγίους ἀποστόλους, τὸ Γραμμα φησὶ τὸ ἱερόν ·
καίτοι πῶς οὐ. πάντη τὸ σαφὲς 1, ὡς ἔστιν ἁσὼματός
τε καὶ ἀναφὴς, καὶ ἀόρατος 6 ὲκ Θεοῦ Πατρὸς Λό-
γος; Ἀλλ’ εὑρίσκω λέγοντας τοὺς ἁγίους ἀποστόο
λους’ ε ’Ὀ ἦν ἀπ’ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκα-
μεν, ὅ ἐθεασάμεθα τοῖς ὀφθαλμοῖς ἡμῶν , καὶ αἱ
χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς.»
Πρόσςρορα τοίνυν τά δῶρα τῷ ἑνὶ, τουτέστι τῷ Χρι-
στῷ· καὶ γάρ ἐστιν ὲν ταυτῷ Θεός τε ὁμοῦ καὶ ἄν·
θρωπος 6 αὐτός. Ταύτῃτοι τεχθέντος αὑτοῦ χορο-
στασίαι μὲν ἦσαν τῶν ἁγίων ἀγγέλων, στρατιαὶ δὲ
πνευμάτων, Σωτῆρα καὶ Λυτρωτὴν λεγόντων αὐτόν.
Ἐπειδὴ δὲ τοῦ εὐαγγελιστοῦ λέγοντος· ι '0 Λόγος
σὰρξ ἐγένετο, ι δεδιέναι φασὶ, μὴ ἄρα πως, τοῦ
r ἐγένετο > τὴν ἰδίαν σώζοντος δήλωσιν, τρόπος τις
νοοῖτο περὶ τὴν θείαν τοῦ Λόγου γενέσθαι φύσινο
ἐπαινῶ μὲν τὸ δεῖμα , θαυμάζω δὲ, ὅτι παραιτούμεο
vos τὴν λέξιν, τὴν ἁληθῆ τε καὶ ἀναγκαίαν δήλω.
σιν, οὕτω γενέσθαι φασὶ σάρκα τὸν Λόγον, ὠς ἂν εί
λέγοιτο γενέσθαι κατάρα, καὶ ἁμαρτία. Εἶτα πῶς
οὐκ ἔδει νοῦν ἔχοντας όρᾷν ιι, ὄτι τὸ, ι ἐγένετο, ι
τεθεικὼς 6 μακάριος εὐαγγελιστὴς, ἁπάσης τροπῆς
ὑπόνοιαν ἀναιρεῖ, προσεπενεγκὼν εὐθὺς καὶ τόο
θ’ Joan. Iit, ϐ. ³⁸ Luc. I, 2. “ Ι Joan. ι, 1.
Varize lectiones ex codice Seguierjano.
ε καίτοι. ιι αὐτὴν γεννῆσαί φασιν. ί τὸν ἕνα Κύριον. 5 ἴσως, παντί τῳ σαφέςο ¹ί νουνεχεστάτους
ὂντας ὀρᾷν.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.