PG 78, col. 1688

ἁμαρτήματι ἐταπείνωσεν ἡμᾶς ὁ διάϐολος , καὶ ὀφεξο
λομεν εὐγνώμονες γενέσθαι τῆς ταπεινώσεως ἡμῶν·
οἱ γάρ εὐγνώμονες γενόμενοι τῆς αὐτῶν ταπεινώσεως
συντρίϐουσι τὸν διάϐολον. Καὶ καθὼς εἷπον οἱ ἅγιοι.
Πατέρες· ἐὰν κατενεχθῇ ἡ ταπείνωσις εἰς τδν ᾅδην,
εἰς τὸν οὐρανὸν ἀνάγεται· καὶ ἐὰν ὑψωθῇ ή {nuptm
φανία ἓως τοῦ οὐρανοῦ, κατάγεται είς τὸν ᾅδην· τίς
πείθει ποτὲ τεταπεινωμένον πλέξαι λογισμοὺς ιω.τά
τινος,ἢ κᾶν ἀνέξεσθαι μέμψασθαί τινα, ἢ βάλλειν
ἐπάνω ἀλλου αἱτίανς πᾶν γὰρ ὁτιοῦν πάθῃ ὁ ταπει-
νὸςῆ ἀκούσει. ἀφορμὴν λαμϐάνει είς τὸ καταμέμ-
φεσθαι καὶ ὑϐρίζειν-ἑαυτόνδκαὶ ἐμέμνητο τοῦ
Μωῦσέως ὅτε ἐξέϐαλλον αὐτὸν οι κληρικοὶ τοῦ ἱερα-
τείου, εἰπόντες αὐτῷ· ’Ὕπαγε ἔξω , Αἰθίοψ. Καὶ ἧρ-
ξατο ἑαυτὸν ἐπιπλήττειν καὶ λέγειν· Σποδόδερμε με·
λανὲ, καλῶς σοι ἐποίησαν· μὴ ὣν ἄνθρωπος ἔρχῃ εἰς
τὸ μέσον τῶν ἀνθρώπων· καὶ καλῶς σοι ἐποίησαν.
aut quantumlibet a quovis patiatur, de vexatore conqueri,
Καὶ ἐμέμνητο τοῦ assa ’Δμμονᾶ λέγοντος· Τήρει
σεαυτὸν ἀκριϐῶς δι’ ὃ ἐξῆλθες καὶ ἐφ’ ᾧ πάρει, ἕνα
ἐάν τίς σε ὲν οεῳδήποτε πράγματι θλίψῃ , σιωπᾷν,
τὸ καθόλου μὴ φθέγγεσθαι, ἓως οὗ τῇ ἀδιαλείπτῳ
προσευχῇ πραΰνθῇ σου ἡ καρδία· καὶ οὕτω λοιπὸν
παρακάλει τὸν ἀδελφόν· καὶ γὰρ ὁ ποθῶν τὴν ἀληθι-
νὴν εὐθεῖαν ὁδὸν, ὲν τῷ ταράττεσθαι ἐπιπλήττει
σεαυτὸν σφοδρῶς καὶ ἀεὶ ἐλέγχει σεαυτὸν καὶ λέγει ·
Τί μαίνῃ, ψυχή μου ; τίταράττῃὼς ἀφρίζοντεςς Αὐτῷ
τούτῳ δεικνύεις ὅτι νοσεῖς· εἰ μὴ ὲνόσεις,οὐκ ἀν
ἔπασχες. Τί ἀφεὶς τὸ ἑαυτὴν μέμφεσθαι, uulsi;
τῷ ἀδελφῷ ὅτι ἕδειξέ σοι τὴν νόσον σου ; Καὶ πράγ-
ματι καὶ ἀληθεία μάθε τάς ἐντολὰς τοῦ Χριστοῦ·
ὃς λοιδορούμενος, οὐκ ἀντελοιδόρει, κατηγορούμε-
νος ὲσιὼπα, χλευαζόμενος, ὲμακροθύμει, πάσχω
οὐκ ἠπείλει. Ἀκούεις αὑτοῦ λέγοντος καὶ πρά-
γματι δείξαντος· Τὸν νῶτόν μου ἔδωκα εις pd-
στιγας, τὰς δὲ σιαγόνας μου εις ῥαπίσματα· τὸ δὲ
πρόσωπόν μου οὐκ ἁπέστρεψα ἀπὸ αἰσχύνης
ἐμπτυσμάτων. Καὶ σὺ, ἀθλία ψυχὴ, ἐπὶ μικρὰν ὓϐριν
καὶ ἀτιμίαν, καταφρόνησιν,καὶ ἀποστροφὴν, ὀνειδισ-
μὸν ἢ συκοφαντίαν κεῖσαι πλέκουσα μυρίουςλογισμοὺς,
ἐπιϐουλεύουσα ἑαυτῇ ὡς οἱ δαίμονες. Τί πλέον δύ-
ναται ποιῆσαι δαίμων τῇ τοιαύτῃ ψυχῇ, οἷον ποιεῖ
αὐτὴ έαυτήν; Τὸν σταυρὸν τοῦ Χριστοῦ βλέπεις · τὰ
πάθη ἀναγινώσκομεν καθ’ ἑκάστην ἡμέραν, ἀ ἔπαθε

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.