PG 82, col. 1136

In inglese: The Ecclesiastical History of Theodoret 4.5 · The Ecclesiastical History of Theodoret 4.6

των ἀρξάμενος. Αὖξεντίου γὰρ, ὃς τὴν Ἀ ρείου μὲν
εἰσεδέξατο λώϐην, Μεδιολώνου δὲ τὴν Ἐκκλησῐαν
πεπιστευμένος, ὲν πλείσταις ἀπεκηρύχθη συνόδοις,
τὸν βίον ΰπεξελθόντος, μεταπεμψάμενος τοὺς ἐπι-
σκόπους ὁ βασιλεὺς, τοιοῖσδε πρὸς αὐτοὺς ἐχρήσατο
λόγοις· r Ἴστε σαφῶς, ἂτε δὴ τοῖς θείοις λόγοις
ἑντεθραμμὲνοι, ὁποῖον εἶναι προσήκει τὸν ἀρχιερω-
σύνης ἠξιωμένον, καὶ ὡς οὐ χρὴ λόγῳ μόνῳ, ἀλλὰ
καὶ βίῳ ’τοὺς ἀρχομένους ῥυθμίζειν, καὶ ludor}; ἀρε-
τῆς ἑαυτὸν ἀρχέτυπον [157] προτιθέναι, καὶ μὰρ-
τυρα ἔχειν τῆς διδασκαλίας τὴν πολιτείαν. Τοιοῦτον
δὴ οὖν καὶ νῦν τοῖς ἀρχιερατικοῖς ὲγκαθιδρύσατε
θώκοις, ὅπως καὶ ἡμεῖς οὶ τὴν βασιλείαν ίθύνοντες.
ιιι-ξολλ. ς’.
Περὶ τῆς Ἀμϐροσίου τοῦ ἐπισκόπου Μεδιολάνων
χειροτονίας.
Ταῦτα τοῦ βασιλέως εἰρηκότος, αὐτὸν ἡ· σύνοδος
ἠξίου ψηφίσασθαι, σοφόν τε ὅντα καὶ εὐσεϐείᾳ
κοσμούμενον. '0 δὲ ἔφη· t Μεῖζον ἢ καθ’ ἡμᾶς τὸ ἐγ-
χείρημα, Ὑμεῖς γὰρ τῆς Θείας ἠξιωμένοι χᾶριτος,
καὶ τὴν αῐγλην ἐκείνην εἰσδεξάμενοι, ἄμεινον ψη-
φιεῖσθε "°. ι Οὗτοι μὲν οὖν ἐξελθόντες καθ’ ἑαυτοὺς
ἐϐουλεύοντο. Οἱ δὲ τὴν πόλιν ἐκείνην οἰκοῦντες ἐστα-
σίαζον, οἱ μὲν τοῦτον, ot δὲ ἐκεῖνον προϐληθῆναι
φιλονεικοῦντες. Οί μὲν γάρ τῆς Δύξεντίου νόσου μετ-
ειληχότες, τοὺς ὁμόφρονας ἐψηφίζοντο εί· οἱ δὲ τῆς
ὑγιαινούσης μοίρας ὁμογνώμονα πάλιν ἐζήτουν ἔχειν
ἡγούμενον. Ταύτην Ἀμσρόσιος, ὁ τοῦ ἑϐνους τὴν
πολιτικὴν ἠγεμονίαν πεπιστευμένος, τὴν στάσιν μα-
θὼν, καὶ δείσας μή τι νεώτερον γένηται, τὴν ἐκκλη-
σίαν σὺν τάχει κατέλαϐεν. Οἱ δὲ τῆς διαμάχης ἑκεί-
νης παυσάμενοι, κοινὴν ἀφῆκαν φωνὴν, ’Δμὸρόσιον
σφίσιν ἐξαιτοῦντες πφόληθῆναι ποιμένα” ἑτι δὲ
οὗτος ἀμύητος ἦν.
Ταῦτα μαθὼν ὁ βασιλεὺς, προσέταξε παραυτίκα
καὶ μυηθῆναι καὶ χειροτονηθῆναι τὸν ἀξιέπαινον
ἄνδρα. "nam γὰρ αὐτοῦ πάσης μὲν στάθμης eoo-J-
τέραν οὖσαν τὴν γνώμην, παντὸς δὲ κανόνος ἀκριξ
δεστέρας τὰς ψήφους. ’Υπέλαϐε δὲ καὶ θείαν εἶναι
τὴν ψῆφον, ὲκ τῆς τῶν τάναντία φρονούντων τεκμαι-
ρόμενος συμφωνίας. Ἐπειδὴ δὲ καὶ τῆς θείας τοῦ
παναγίου βαπτίσματος ἀπήλαυσε δωρεᾶς, καὶ τὴν
ἀρχιερατικὴν ἐδέξατο χάριν, τοῦτονὸ πάντα ἄριστος
βασιλεὺς προσενηνοχέναι λέγεται τῷ Σωτῆρι καὶ
Δεσπότῃ τὸν ὖμνον- καὶ¹ γὰρ τοῖς γεγενημένοις παρ·
ἦν’ ι Χάρις σοι, Δέσποτα παντοκράτορ, καὶ Σῶτερ
ἡμέτερε, ὅτι τῷδε τῷ ἀνδρὶ ἐγὼ μὲν ἐνεχείρησα σώ-
ματα, σὺ δὲ ψυχὰς, καὶ τὰς ἐμὰς ψήφους Simia;
ἀπέφηνας. ι Ἐπειδὴ δὲ, ὀλίγων διελθουσῶν ἡμερῶν,
ὁ θεῖος Ἀμϐρόσιος, σὺν παρρησίᾳ [158] πλείστῃ τῷ
βασιλεῖ διαλεγόμενος ὲπεμέμψατό τισιν ὡς οὐκ εὖ
⁸ο ψηφίσεσθε. Bas. Gram. " ἐψηφὲςαντο.

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.