PG 82, col. 1305

νος ἑωρᾶτο, ἠγανάκτει μὲν κατὰ τῶν ἐξαπατησάντων
καὶ στρατεῦσαι πεισάντων, καὶ τὸν βασιλέα μὴ παρ-
εῖναι φησάντων. Θανάτου δὲ ψῆφον κατὰ τούτων ἐξ-
ενεγκὼν, ἔλυσε τὺ στράτευμα, καὶτὰ οἰκεῖα βασίλεια
κατέλαϐεν ὅτι τάχιστα. Τοιαῦτα καὶ¹ ἐπὶ τοῦδε τοῦ
Ἐζεκίου τεθαυματούργηκεν ό Θεὸς, οὐ μείονα. ἑκεί-
νων, ἀλλὰ καὶ μείζονα, ὡς ἔμοιγε δοκεῖ. Τὸ γὰρ καὶ
τοῦ τείχους καταπεσόντος μὴ ἁλῶναι τὴν πόλιν,
ποίαν θαύματος ὑπερϐολὴν “colafizet; Ἐγὼ δὲ πρὸς
τούτῳ ,κάκεῖνο ἄγαν θαυμάζω, ὅτι καὶ ἀραῖς χρη-
σάμενος, οὐ σκηπτοὺς ᾔτησεν ἐνεχθῆναι, καὶ κεραυ-
νοὺς, ὅπερ Ἠλίας ὁ μέγας ἐκεῖνος ἐποίησεν, ἡνίκα
πρὸςαιῖηὺν πεντηκόνταρχος ἑκάτερος μετὰ τῆς πεντη-
κοστύος ἀφίκετο. Ἤκουσε γὰρ τοῦ Κυρίου πρὸς
Ἰάκωϐον καὶ Ἰωάννην τοὺς τοῦτ’ αὐτὸ πειραθέντας
ποιῆσαι διαρρήδην είπόντος ” ε Οὐκ οἴδατε ποίου
πνεύματός ἐστε ; ι Διὰ τοῦτο οὑ χᾶναι αὐτοῖς τὴν
γῆν ᾔτησεν, οὐδὲ πυρὶ παρώοθῆναι τὴν φάλαγγα
παρεκάλεσεν, ἀλλὰ τοῖς ζωῡφίοις ἐκείνοις κατατρω-
θῆναι, καὶ τοῦ Θεοῦ διαγνόντας τὴν δύναμιν ὀψέ ποτε
μεταμαθεῖν τὴν εὐσέϐειαν. Τοσαύτην εἷχενὸ θεῖος
οὗτος ἄνθρωπος πρὸς τὸν Θεὸν παρρησίαν ⁸ τοσαύτης
ἄνωθεν ὰπὴλαυε χάριτος. Ἑν τούτοις διατελῶν, καὶ
καθ’ ἑκάστην ὲν τοῖς θείοις αὐξανόμενος ἡμέραν,
μετὰ τῆς μεγίστης εὐκλείας τόνδε τὸν βίον ἀπέθετο,
καὶ τὴν ἐντεῦθεν ἀποδημίαν ἐστείλατο. Χρόνου δὲ διελθόντος, καὶ τοῦδετοῦ ἄστεος ὑπὸ τοῦ τηνικαῦτα
κρατοῦντος τῇ Περσικῇ βασιλείᾳ παραδοθέντος,
δὲ τοῦ προμάχου τὸ σῶμα, ἀσχάλλοντες μὲν καὶ ὀλοφυρόμενοι τὴν μετοικίαν, ᾅδοντες δὲ τοῦ νικηφό-
ρου ἀριστέως τὴν δύναμιν. Οὐ γὰρ ἂν ἐκείνου περιόντος ὑπὸ βαρϐάροις ἐγένοντο. Ταῦτα περὶ τοῦδε τοῦ
θείου διεξελθὼν, εἰς ἑτέραν διήγησιν μεταϐήσομαι, τῆς τούτου μεταλαχεῖν εὐλογίας ἀντιϐολῶν..
B’.—- ιΟΥΛΙΑΝΟΣ.
Ἰουλιανὸς, ὃν Σάϐϐαν ⁸ ἐπίκλην οί ἐπιχώριοι τι-
μῶντες ὠνόμαζον, τὸν δὲ πρεσϐύτην τῇ Ἐλλάδι φωνῇ
σημαίνει τὺ ὄνομα, ἐν τῇ πάλαι μὲν Παρθυαίων ⁸,
νῦν δὲ Ὀσροηνῶν ὀνομαζομένῃ, τὴν ἀσκητικὴν καλύ-
ϐην ἐπήξατο. Διατείνει δὲ αὕτη πρὸς μὲν ἑσπέραν
_ μέχρις αὑτοῦ τοῦ ποταμοῦ τῆς ὄχθης · Εὐφράτης
δὲ ὄνομα τούτῳ ” πρὸς ἥλιον δὲ ἀνίσχοντα, τὸ τέρμα
ἔχει τῆς Ῥωμαίων ἡγεμονίας-ἡ γὰρ Ἀσσυρία
διαδέχεται, πέρας οὖσα ἑσπέριον τῆς Περσικῆς βα-
σιλείας, ἣν Ἀδιαϐηνὴν oi μετὰ ταῦτα ὠνόμασαν. Ἐν
τούτῳ τῷ ἔθνει πολλαὶ μὲν πόλεις μεγάλαι καὶ πον
λυάνθρωποι, χώρα δὲ παμπόλλη μὲν οἰκουμένη,
παμπόλλη δὲ ἀοίκητός τε καὶ ἔρημος. Ταύτης ὲσχα-
τιὰν τῆς ἐρήμου καταλαϐὼν ό θεῖος οὗτος ἀνὴρ,
καὶ ἄντρον εὑρὼν οὺ χειροποίητον, οὐδὲ εὖ καὶ κα-
λῶς ὀρωρυγμένον · ἀλλὰ βραχεῖάν τινα σκέπην παρ-
έχειν δυναμένην τοῖς καταφεύγειν ἐθέλουσιν, ἀσπα-
σίως ᾤκησε τὸ χωρίον, τῶν χρυσίῳ καὶ ἀργύρῳ κα-
ταλαμπομένων βασιλείων νομίζων πολυτελέστερον.
Ἐν τούτῳ διῆγεν, ἅπαξ τῆς ἑϐδομάδος σιτίων με-
ταλαμϐάνων. Σιτίον δὲ ἦν αὐτῷ ἄρτος ό κεγχριδίας,
πι Luc. ιιι,
³ Μὸαν. llervctus recte ; quaquam et Σάϐϐας scribebatur Hist. εισι. ιιι, l9.

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.