PG 82, col. 232

τὴν τῶν σημείων θαυματουργίαν. Δι’ ἐκείνων γὰρ
ἐδείκνυτο τοῦ κηρύγματος ήὰλήθεια.
ζ’. ι Ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ὲν μηδενὶ χαρὶ-
σματι. ι Καὶ γὰρ προιρητικῆς μετέλαχον χάριτος,
καὶ γλώτταις διαφόροις ἐλάλουν, ὡς ὲν τοῖς μετὰ
ταῦτα διδάσκει σαιρέττερον. ι Ἀπεκδεχομένους τὴν
,ἀποκάλυψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. ι Τού-
των δὲ ἀπηλαύσατε, ἵνα τὴν δευτέραν ἐπιᾳάνειαν
τοῦ Σωτῆρος προσμείνητε.
η’, ι Ὂς καὶ βεϐαιώσει ἡμᾶς ἕως τέλους ἀνεγκλή-
τους ὲν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.»
Καὶτὸ βέόαιον αὺτοῖς ἐπηύξατο, καὶ τὸ ἄμωμον. Ὧι
εἰπεῖν ἀνεγκλήτους, ἔδειξε τέως ὂντας ἐγκλήμασι-ι
ὑπευθύνους.
0’. ι Πιστὸς ὸ Θεὸς, δι’ οὗ ἐκλήθητε είς κοινω-
νίαν τοῦ Υίοῦ αὑτοῦ Ἰησοῦ ¹ Χριστοῦ τοῦ Κυρίου
ἡμῶν. ι ιιοιήσει δὲ τοῦτο ὁ καὶ τῆς υἱοθεσίας ὑμῖν
τὸ χάρισμα δωρησάμενος. Κοινωνίαν γὰρ Υἱοῦ τὴν
υἱοθεσίαν ἐκάλεσε· τὸ δὲ, πιστός. ἀντὶ τοῦ, ἀψευ-
δής τε καὶ ἀληθής. Καὶ ἐνταῦθα, μέντοι τὸ, δι’ οὗ.
ἐπὶ τοῦ [ἰατρὸς τέθεικε, τῶν αἱρετικῶν ὲμφράττων
τὰ ἀναίσχυντα στόματα, καὶ διδάσκων ὡς οὗ μικρό-
τητος αὕτη σημαντικὴ. Οὕτω ταῖς εὐφημίαις καὶ
ταῖς εὐλογίαις προλεάνας τὴν ἀκοὴν, ἄρχεται τῆς
κατηγορίας, οὐ γυμνὴν αὐτὴν εἰσάγων , ἀλλὰ παραί-
νεσιν προεισφέρων.
ι’.« Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοὶ, διὰ τοῦ ὀνόματος
τοῦ Κυρίου ἡμῶν Ὶησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε
πάντες, καὶ μὴ ἐν ὑμῖν σχίσματα. ι Καλῶς τὸ
ονομα τοῦ Κυρίου τῇ παρακλήσει συνέταξεν· αὐτὸ
γὰρ ἦν τὸ παρ’ αὐτῶν ἀθετούμενον. Δέον γὰρ αὖ·
τοὺς ἀπὸ τούτου προσαγορεύεσθαι, ταῖς ἀπὸ τῶν
προεστώτων ἐπωνυμίαις ἐχρῶντο. ι Ἦτε δὲ κατηρ-
τισμένοι ἐν τῷ αὐτῷ νοῒ, καὶ ὲν τῇ αὐτῇ γνώμῃ. ι
Οὐ δογμάτων αὐτοῖς διαφορὰν ἐπιμέμφεται, ἀλλὰ
τὴν περὶτῶν προεστώτων ἔριν τε καὶ φιλονεικίαν.
'll μὲν διάνοια, φησὶ, τοῦ κηρύγματος μία· τοῦτο
γὰρ λέγει, ὲν τῷ αὐτῷ νοΐ· ἠ δὲ διάθεσις οὐκέτι μία ·
τουτο γὰρ δηλοῖ, καὶ ἐν τῇ αὑτῇ γνώμῃ. Παρακαλεῖ
τοίνυν αὐτοὺς τὰ αὐτὰ νοοῦντάς τε καὶ φρονοῦντας,
μὴ διεστάναι, καὶ περὶ τῶν ἡγουμένων μάτην φιλο-
νεικεῖν.
ια’. ι Ὲδηλώθη ³ γάρ μοι περὶ agamnam“ μου,
ὑπὸ τῶν Χλόης.» Οἰκία τις ἦν οὕτως ὲπονομαζομὲνη
ἴσως. Οὐκ εἷπε δὲ ὀνομαστὶ τοὺς δηλώσαντας, ἵνα μὴ
πρὸς ἑαυτοὺς ὲκπολεμώσῃ. ‹ Ὅτι ἔριδες ὲν ὑμῖν
εἱσι. ι Διδάσκει δὲ καὶ τῆς φιλονεικίας τὸ εἶδος.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.