PG 82, col. 233
θεικε · προστέθειχε δὲ καὶ τὸ τοῦ κορυψαίου τῶν ἀπο-
στόλων, διδάσκων ὡς οὐδὲ τοῖς αὐτῶν δίκαιόν ἐστιν είς
τοῦτο κεχρῆσθαι ὀνόμασι. Καὶ τοῦτο ὲν τοῖς ἑξῆς σα-
φέστερον μαθησόμεθα. Σοφῶς δὲ ἄγαν καὶ τὸ τοῦ
Χριστοῦ ὄνομα συνηρίϐμησε τοῖς ἄλλοις, δεικνὺς τοῦ
γινομένου τὸ ἄτοπον, ὅτι ὲν ῐσῃ τάξει καὶ τὸν Δεσπό-
την καὶ τοὺς δούλους ἐτίθεσαν.
ιγ’. ι Μεμὲρισταιδ ὀ Χριστόςς ι Τοῦτό τινες
ἀποφαντικῶς ἀνέγνωσαν, Χριστὸν ἐνταῦθα τὴν Ἐκκλη-
σίαν ὠνομάςθαι φήσαντες, καὶ ἑρμηνεύσαντες οὒ-
τως, ὄτι κακῶς ὲμερίσατε τοῦ Χριστοῦ τὸ σῶμα.
Ἐγὼ δὲ αὐτὸ κατ’ ἐρώτησιν κεῖσθαι νομίζω · τοῦτο
γὰρ διδάσκει τὰ ἐπαγόμενα’ (Μὴ Παῦλος ἐσταυ-
ρώθη ὑπὲρ ὴμῶν; ἢ εἰς τὸ ὄνομα Παύλου ἐϐαπτί-
σθητε; ι ὐ δὲ λέγει τοιοῦτόν ἐστι ° Μὴ κοινωνοὺς
ἔχει τῆς δεσποτείας καὶ τῆς ἐξουσίας ὁ Χριστος, καὶ
διὰ τοῦτο διῄρηται, καὶ οἱ μὲν ἐξ αὐτοῦ καλεῖσθε, οἰ
δὲ ὲκ τοῦ δεῖνος καὶ τοῦ δεινος ; Οὐ μόνος τὸν ὑπὲρ
πάντων ὑμῶν κατεδέξατο Θάνατονς Οὐκ ὲν τῷ ὀνόματι
αὐτοῦ τῆς τοῦ βαπτίσματος ἀπηλαύσατε χάριτος;
Μὴ ἀνθρώπων ἐπικλήσεις τὴν τῶν ἁμαρτημάτων ὑμῖν
ἄφεσιν ἐδωρήσαντο ;
ιδ’-ις’. ι Εὑχαριστῶ τῷ Θεῷ μου ⁸, ὅτι οὐδένα
ὑμῶν ἐϐάπτισα, εί μὴ Κρῖσπον καὶ Γάϊον · ἵνα μή
τις εἴπῃ ὅτι εἰς τὸ ἐμὸν ὄνομα ἐϐάπτισα. Ἐϐἀπτιπα
δὲ καὶ τὸν Στεφανᾶ οἶκον · λοιπὸν οὐκ οἶδα εἴ τινα
ἄλλων ἐϐάπτισα. ι Αὔξει μὲν τὴν κατηγορίαν δι’
ἑκάστου τῶν λεγομένων · οὺ πλήττει δὲ σφόδρα τοὺς
κατηγορουμένους, τὸ οἰκεῖον ἀντ’ ἐκείνων ὑποτιθεὶς
πρόσωπον. Λίνίττεται δὲ, ὡς οὑ μόνον ἀπὸ τῶν δι-
δασκάλων, ἀλλὰ καὶ ἀπὸ τῶν βαπτισάντων τινὲς ἑαυ-
τοὺς ἀπεκάλουν. Λέγει δὲ καὶ τὴν αἰτίαν, δι’ ἢν πολ-
λοὺς οὐκ ἐϐάπτισεν.
ιζ’. ι Οὐ γὰρ ἀπέστειλέ με ὁ Χριστὸς βαπτίζειν,
ἀλλ’ εὐαγγελίζεσθαι. ι Καίτοι ἀμφότερα προσ-
έταξε · ι Πορευθέντες γὰρ, φησὶ, μαθητεύσατε πάντα.
τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς είς τὸ ὄνομα τοῦ Πα-
τρὺς, καὶ τοῦ Υἰοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. ι Ἀλλὰ
τὺ κηρύττειν τοῦ βαπτίζειν ἦν τιμιώτερον. Τὸ μὲν
γὰρ βαπτίζειν πᾶσίν ἐστιν εὐπετὲς τοῖς τῆς ἱερωσύ-
νης ἠξιωμένοις · τὸ δέ γε κηρύττειν ὀλίγων ἦν, τῶν
τοῦτο θεόθεν δεξαμένων τὸ χάρισμα. Ἐντεῦθεν λοι-
πον τῶν ἐπ’ εὑγλωττίᾳ βρενῦυομένων καταστέλλει
τὴν ὀφρὺν, καί φησιν, ι Οὐκ ὲν σοφίᾳ λόγου, ἵνα μὴ
κενωοῇό σταυρὸς τοῦ Χριστοῦ. ι Et γὰρ στωμυλίᾳ
καὶ δεινότητι λόγων ἐχρώμην, οὐκ ἂν ἐδείχθη τοῦ
σταυρωθέντος ἡ δύναμις· πάντες γὰρ ἂν ὑπέλαὸον
τῇ περὶ τδ λέγειν ἐπιστήμῃ τοὺς πεπιστευκότας
ὴγρεῦσθαι · ή δὲ τῶν κηρυττόντων ἀπαιδευσία τοὺς
ἐπ’ εὖγλωττὶᾳ σεμνυνομένους νικῶσα. τοῦ σταυροῦ
τὴν ἰσχὺν ἐναργῶς ἀποδείκνυσιν.
⁸ Matth. xxvtu, t9.
⁸ llaec μεμ. -- Χριστός. desiderantur in (list. lCrcl. Theodoreti, lib. tv, e. 8.
nouunt, 2'5. et in prmt‘nt. ad Pauli Epp., pag. 5, Sirm
PATROL. G n. LXXXII.