PG 82, col. 373

αὐτοὺς, εἰκὸς δὲ ὅτι χρείαν ἐτέραν ἐν ἄλλῃ πόλει
πληρώσας, οὕτω πρὸς αὐτοὺς παρεγένετο· τοῦτο
γὰρ αἰνίττεται τὰ περὶ αὐτοῦ γεγραμμένα· Ἐὰν
γδρ ἔλθῃ, φησὶ, Ομόθεος, βλέπετε ἔνα ἀφόβως
γένηται πρός ὑμᾶς. Σπουδαιότερον δὲ τούτους συν-
έστησεν, ἵνα μὴ τοπάσαντες αὐτοὺς αὐτῶν γεγενῆ-
σθαι κατηγόρους λύπης πειραθῶσιν.
ι. « Ἀσπάζονται ὑμᾶςαἱ Ἐκκλησίαι τῆς Ἀσίας.»
Καὶ τοῦτο εἰς ὡφέλειαν προστέθεικε, δεικνὺς τὸν
τοῦ κηρύγματος δρόμον. « Ἀσπάζονται ὑμᾶς ἐν
Κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκιλλα, σὺν τῇ κατʼ
οἶκον αὐτῶν ἐκκλησίᾳ. » Τούτοις συνῷκησεν ὁ θεῖος
Ἀπόστολος· ἦσαν γὰρ καὶ αὐτοὶ σκηνοποιοὶ τὴν
τέχνην. Καὶ οὗτοι διὰ πολλὴν ἀρετὴν καὶ τὴν οἰκίαν
ἐκκλησίαν ἀπέφηναν, μόνα τὰ τῇ ἐκκλησίᾳ πρέποντα
ποιεῖν προελόμενοι.
¹σ. « Ἀσπάζονται ὑμᾶς οἰ ἀδελφοὶ πάντες. Ἀσπά-
σασθε ἀλλήλους ἐν φιλήματι ἀγίῳ. » Ἐξήλασε τὴν
διάστασιν, καὶ διὰ τοῦ ἀγίου φιλήματος ἀλλήλους
συνέδησεν.
κæ. Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. » Ἐγὼ,
φησὶ, ὑπηγόρευσα τὴν ἐπιστολὴν, τὸν δὲ ἀσπασμὸν
προστέθεικα τῇ χειρὶ, διὰ τούτων δηλῶν τῶν γραμ-
μάτων, ὡς ἐμὰ πάντα τὰ γεγραμμένα. « Εἴ τις οὐ
φιλεῖ τὸν Κύριον Ἰησοῦν ⁵, ἤτω ἀνάθεμα. » Ἀλλό-
τριος ἔστω τοῦ κοινοῦ σώματος τῆς Ἐκκλησίας ὁ μὴ
θερμὸν ἔχων τὸ φίλτρον περὶ τὸν Δεσπότην Χριστόν.
Καὶ διὰ τούτου δὲ τοῖς ἤδη κατηγορηθεῖσι δέος ἐν-
ἐθηκε. Καὶ οἱ μὲν σωμάτων ἐρῶντες οὐδένα τοῦ
ἔρωτος κοινωνὸν ἔχειν ἐθέλουσιν· ὁ δὲ θεῖος Ἀπό-
στολος πάντας ἀνθρώπους συνεραστὰς ἔχειν ποθεῖ,
καὶ τοὺς οὐ τοιούτους τῆς Ἐκκλησίας ἐκτέμνει.
« Μαραναθά. » Τοῦτο οὐ τῆς ἐβραίας⁹¹, ὡς τινες
ὑταέλαβον, ἀλλὰ τῆς Σύρων ἐστὶ φωνῆς· ἐρμηνεύεται
δὲ, ὁ Κύριιιος ξλθε. Τέθεικε δὲ αὐτὸ⁶, τῶν εὐγλωτ-
τίᾳ λαμπρυνομένων Κορινθίων ⁵ τὴν ὀφρὺν κατα-
στέλλων, καὶ διδάσκων ὡς οὐ παιδεύσεως, ἀλλὰ
πίστεως, χρεία ⁵⁴.
κβ, κγ. « Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ μεθʼ ύμῶν.
Ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰη-
σοῦ. Ἀμήν. » Τοῦ μὲν Κυρίου Ἰησοῦ τὴν χάριν
αὐτοῖς συνήθως ἐπηύξατο· τὴν δὲ ἑαυτοῦ ἀγάπην
οὐχ ἀπλῶς προστέθεικεν, ἀλλὰ διδάσκων ὡς, ὑπὸ
τῆς περὶ αὐτοὺς ἀγάπης κινούμενος, αὐστηροτέροις
ἐχρήσατο λόγοις, πατρὸς φιλοστοργίαν μιμούμενος,
καὶ τῆς αὐτῶν ἐφιέμενος σωτηρίας. Ἡμεῖς δὲ τὴν
ἐντεῦθεν ὡφέλειαν δρεψώμεθα, καὶ τὸν ἀγαπήσαντα
Δεσπότην φιλήσωμεν, ἵνα μὴ τῆς ἀποστολικῆς ἀρᾶς
μεταλάχωμεν, ἀλλὰ τῶν ἀποστολικῶν ἀξιωθῶμεν
σκηνῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθʼ
οὗ τῷ Πατρὶ σὺν τῷ παναγίῳ Πνεύματι, τιμὴ καὶ
⁵s ττὸν Κύριον ἡμῶν Ἰησ. Χριστόν. Ita Nostcr ad Rom τ, 3.
s (Ce. τῶν ἐπὶ εὐγλωττίᾳ σεμνυνομένων Κορ., κ.

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.