PG 82, col. 468

ἀνασπάσααι τὰ ταύτης θεμέλια, καὶ τῶν ἡλικιωτῶν
θερμότερον κατὰ τῶν τῆς ἀληθείας ἐκινούμην κηρύ-
κκων, καὶ ταῦτα ἐποίουν τῷ νόμῳ συνηγορῶν, καὶ
τούτῳ συνηγοροῦντι ἀντίπαλον ποῦ Εὐαγγελίου τὸ
κήρυγμα ἦν.
. « ουτε ⁵ δὲ ηὐδόκησεν ?ὁ Οεὸς⁵ ὁ ἀφορί-
ιε, ις·
σας με ἐκ κοιλίας εητρός μου, καὶ καλέσας διὰ τῆς
χάριτος αὐτοῦ, ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοὶ,
ἱνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν. » Πάλιν
ἐνταῦθα συνῆψε τῷ Υἱῷ τὸν Πατέρα, καὶ αὐτὸν ἔφη
καὶ πρὸ αἰῶνων προεγνωκέναι τὰ κατʼ αὐτὸν, καὶ
μετὰ ταῦτα κεκληκέναι καθʼ ὅν καιρὸν ἐδοκίμασε.
Ταύτης δέ μοι τῆς χάριτος μεταδέδωκεν, οὐχ να
τὸν νόμον κηρύττω, ἀλλʼ να τὸν Τἱὸν ἀποκαλύψω
τοῖς ἔθνεσιν.
« Εὐθέως οὐ⁵ προσανεθέμην σαρκὶ καὶ αἴματι,(ιC)
οὐδὲ ἀνῆλθον εἰς Ἰεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ
ἀποστόλους. » Ταῦτα πάντα πρὸς τὰς ἐκείνων λέγει
διαβολάς· ἐκεῖνοι γὰρ αὐτὸν ἔλεγον τῆς τῶν ἀποστό-
λων ἠξιῶσθαι διδασκαλίας, παραβαίνειν δὲ τὰ συγ-
κείμενα. Ἀναγκάζεται τοίνυν τὰ καθʼ ἐαυτὸν διηγ-
σασθαι, ὅπερ οὐδὲ ἐν μιᾷ δέδρακεν Ἐπιστολῇ. Λέγει
δὲ, δει Τῆς κλήσεως ἐκείνης ἀξιωθεὶς, οὐκ εἰς τὰ
Ἰεροσόλυμα παραυτίκα ἀνέδραμον, ἀλλʼ ἠρκέσθτν τῇ
παρὰ τοῦ Θεοῦ δοθείσῃ μοι χάριτι. Καὶ γὰρ λίαν
2τοπον ἦν, τὸν παρὰ τοῦ Θεοῦ τὴν διδασκαλίαν δεξά-
μενον, ἀνθρώποις περὶ ταύτης ἀνακοινοῦσθαι. « Ἀλλὰ
ἀπῆλθον εἰς Ἀραβίαν, καὶ π λιν ὑπόστρεψα εἰς Δα-
μασκόν. » Εὐὐὺς τοῦ κηρύγματος ἡψάμην, τοῖς μη-
Cέτω τῆς θεογνωσίας ἠξιωμένοις προσφέρων τὸ Εὐαγ-
γέλιον.
ιη. « Ἐπειτα μετὰ ἔτη τρία ἀνῆλθον εἰς Ἰεροσό-
λυμα ἱστορῆσαι Πέτρον. » Καὶ τοῦτο πάλιν δείκνυσιν
αὐτοῦ τὴν ἀρετὴν τὸς ψυχῆς. Καὶ γὰρ μὴ δεόμενος
ἀνθρωπίνης διδασκαλίας, ἅτε δὴ ταύτην παρὰ τοῦ
Θεοῦ τῶν δλων δεξάμενος, τὴν πρέπουσαν ἀπονέμει
τῷ κορυφαίῳ τιμήν. Τούτου γὰρ χάριν πρὸς αὐτὸν
ἀπεληλύθει, οὐχ ἵνα τι ππρʼ αὐτοῦ μάθη, ἀλλʼ ἵνα
μόνον θεάσηται. Δείκνυσι δὲ καὶ τὸ φίλτρον.
« Καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε.(ιθ)
Ἐτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον
τὸν ἀδελφὸν τοῦ Κυρίου. » Ἀδελφὸς τοῦ Κυρίου
ἐκαλεῖτο μὲν, οὐκ ἦν δὲ φύσει. Οὕτε μὴν, ῶς τινες
ὑπειλήφασι, τοῦ Ἰωσὴφ υἰὸς ἐτύγχανεν ὡν, ἐκ προ-
τέρων γάμων γενόμενος, ἀλλὰ τοῦ Κλωπᾶ μὲν ἦν
υἰὸς, τοὺ δὲ Κυρίου ἀνεψιός· μητέρα γὰρ εἶχε τὴν
ἀδελφὴν τῆς τοῦ Κυρίου μητέρος.
cκὸ.« Ἀδὲ γράφω ὑμῖν,ἰδου ἐνώπιοντοῦ Θεοῦ,
ὅτι οὐ ψεύδομαι. Ἐπειτα ἦλθον εἰς τὰ κλίματα τῆς
Συρίας, καὶ τῆς Κιλικίας. Ἡμην δὲ ἀγνοούμενος τῷ
προσώπῳ ταῖς Ἐκκλησίαις τῆς Ἰουδαίας ταῖς ἐν
Χριστῷ· μόνον δὲ ἀκούοντες ἦσαν, ὅτι Ὁ διώκων ἡμᾶς
ποτε, νῦν εὐαγγελίζεται τὴν πίστιν ἤν ποτε ἐπόρθει.
vAIuæ LECTIONES.
s )ς -ἔθνεσιν plane iisdem verbis est apud nostrum epist. 146, pag. 103t Sirm.. et usaue ad ἐν ἐμcί
dialog. ὅ, pag. 350 Garn., nisi quod ibi ovissa sint illa: καὶ καλέσας δ. τ χαρ. αὐτοῦ. ʼεὐδόκησεν habet
ad lsa. I. 14, Cætera omnia usque ad Δαμασκόν, v. 17 iisdem, ut hie, verbis comuuumemorat. ⁵ὁ Θεός omittit
noster llæret. fab. v, 2, cætera usque ad ἐν ἐμοί ibi profet. ⁵ οὐ - αἴματι, dialοg. θ, pag. 389 Gan.,

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.