PG 83, col. 349

πάλιν ἐκ τῆς τούτων ἀποῤῥοίας ἐτέρους φύντας,
τεκτήνασθαι καὶ τούτους ἕτερον οὐρανὸν, καὶ τοὺς
ἐκ τούτων πάλιν ἄλλον, καὶ μέχρι τριακοσιοστοῦ καὶ
ἐξηκοστοῦ πέμπτου διαρκέσαι τὴν γενομένην ἀπόῤ-
ῥοιαν, καὶ τὴν τῶν οὐρανῶν δημιουργίαν· τοὺς δὲ
τὸν οὐρανὸν τὸν ἔσχατον, τὸν ὑφʼ ἡμῶν ὀρώμενον,
τἰκοῦντας ἀγγέλους δημιουργῆσαι τὸν κόσμον, καὶ
τὴν τῆς γῆς διανείμασθαι δεσποτείαν, ἕνα δὲ κληρω-
θῆναι τὴν τῶν Ἰουδαίων οἰκονομίαν, καὶ τοῦτον ἄρ-
χειν τῶν ἄλλων· βουληθέντι δὲ τούτῳ τοῖς οἰκείοις
ἅπαντα ὑποτάξαι τὰ ἔθνη , τοὺς ἄλλους ἄρχοντας
ἀντιπράξασθαι, τὸν δὲ Ἀγέννητον ταῦτα θεώμενον
τὸν πρωτόγονον αὐτοῦ Κοῦν ἀποστεῖλαι, ὅν καὶ
Χριστὸν προσηγόρευσεν, στε σῶσαι τοὺς πιστεῦσαι
προαιρουμένους· παθεῖν δὲ τοῦτον οὐδαμῶς λέγει,
ἀλλὰ Σίμωνα τὸν Κυρηναῖον ὑπομεῖναι τὸ πάθος
νομισθέντα εἶναι Χριστόν· τὸν δὲ Χριστὸν πόῤῥωθεν
ὀρῶντα, γελᾷν τῶν Ἰουδαίων τὴν ἀπόνοιαν, εἶθʼ
ὕστερον ἀπελθεῖν πρὸς τὸν ἀποστείλαντα. Χρῆναι δὲ
πιστεύειν ἔλεγεν, οὐκ εἰς τὸν ἐσταυρωμένον, ἀλλʼ
εἰς τὸν ἐσταυρῶσθαι δόξαντα. Οὕτω γὰρ, φησὶ, δυ-
νατὸν τῆς τῶν κοσμοποιῶν δυναστείας ἀπαλλαγῆναι.
Ἡρνήθη δὲ καὶ οὗτος τῆς σαρκὸς τὴν ἀνάστασιν,
τὰς δὲ προφητείας καὶ αὐτὸς (41) ὑπʼ ἀγγέλων ἔφησε
γεγενῆσθαι, τὸν δὲ νόμον ὑπὸ τοῦ ἄρχοντος τεθῆναι
τῶν Ἰουδαίων. Τῶν δὲ εἰδωλοθύτων ἀδεῶς μεταλαμ-
βάνειν προσέταξε, καὶ τὰς ἀπειρημένας πράξεις ἀδια-
κρίτως ἐπιτελεῖν. Καὶ οὗτοι δὲ, ὁμοίως τοῖς ἀπὸ Με-
νάνδρου καὶ Σίμωνος, καὶ ἐπῳδαῖς χρῶνται, καὶ
γοητείαιις, καὶ παντοδαπαῖς μαγγανείαις. Καὶ ἀγ-
γέλων δὲ ὀνόματα διαπλάσαντες, τοὺς μὲν τὸν πρῶ-
τον ἔχειν ἔφασαν οὐρανὸν, τοὺς δὲ τὸν δεύτερον, καὶ
ἐφεξῆς μέχρι τοῦ πέμπτου καὶ ἐξηκοστοῦ καὶ τρια-
κοσιοστοῦ. Τὸν δὲ Σωτῆρα καὶ Κύριον Καυλακαύαν(42)
ὀνομάζουσι. Ταῦτα δὲ ἄῤῥητα εἶναι καλοῦσι, καὶ οὐ
πᾶσιχωρητὰ καὶ καταληπτὰ, ἀλλὰἐνὶ ἀπὸ χιλίων (43).
ἶναι δὲ τὸν ἄρχοντα αὐτῶν φησιν Ἀβρασάξ (44) ἡ
γὰρ ψῆφος τοῦ ὀνόματος τῶν τξεʼ οὐρανῶν σημαίνει
τὸν ἀριθμόν. Εἶχε δὲ καὶ προφήτας ὁ Βασιλίδης,
Βαρκάβαν καὶ θαρκὼφ, καὶ ἐτέρους τινὰς παρα-
πλησίως βαρβάρους. Καὶ ἄλλους δὲ τούτων μυσα-
ρωτέρους ἀνέπλασε μύθους, οὗς διὰ τὴν τῶν ἐντευ-
ξομένων οὐκ ἐντέθεικα βλάβην. Καὶ Ἰσίδωρος (45)
δὲ, ὁ τοῦ Πασιλίδου υἱὸς, μετά τινος ἐπιθήκης τὴν
καὶ Ὡριγένης, τῆς ἀληθείας ὑπερμαχοῦντες.
Ε. - Περὶ Κορποκράτους καὶ Ἐπιιφάνους (48). β
ὑπὸ μὲν ἀγγέλων καὶ αὐτὸς τὴν κτίσιν ἔφησε γεγε-
(41) αὐτός. Irenæi interpres legisse videtur αὐs
τάς.
(42) Καυλ. Editio prior habebat Καυλακούαν, et
interpretatio Latina Caulacuam. Utrumque mutan-
dum fnit, cum barbarum illud nomen originem
suam debeat verbis 2S p Isa. αXvm, 10, ut jam
Εpipbanius (hær. 25. De Nieolaitis) vidit, ubi mi-
nus recte legi solet Καυλακαύχ. Egphanio hæc vox
yrincipem quemdam designare videtur. Irenæus
quidem l. I, hær. 23, subobscure loquitur, sed Gra-
hio judice, ad mundum, non ad Christum, respe-
aisse Basilidianos, docer volnit.
(43) ἀπὸ χιλίων. Epiph. I. c. addit, καὶ δυσὶν

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.