PG 86, col. 1213

ὁ Θεοζόρος, Εἰρηναὲος, Ἱουστῖνος φιλόσοφος καί.
μάρτυς, Κλήμης καὶ Ἱππόλυτος ἐπίσκοποι Ῥώμης,
Διονύσιος ὁ Ἀρεοπαγίτης, Μεθόδιος ἐπίσκοπος [ιά-
τάρων, Γρηγόριος ὁ Θαυματουργὸς, Πέτρος ὁ Ἀλε-
ξανδρείας ἐπίσκοπος καὶ μάβτυς. Τούτους ἅπαντας
αἱ μετ’ αὐτοὺς γενόμεναι αἱρέσεις δέχονται.
Αίρέσεις δὲ ἐν τοῖς χρὰνοις τούτοις ἐγένοντο μὲν
πολλαὶ, πλὴν μόνων τῶν ἐπισήμων δέον μνησθῆναι.
Ἐγένετο τοίνυν πρῶτον, ἡ τῶν Μοντανῶν, περὶ ἧς
ἐν ἄλλοις διαληψόμεθα ο εἷτα τῶν Μανιχαίων , ἣτις
ἐξ ἑκάστης αἱρέσεως ἐκλεξαμένη τὰ χείριστα, οὐδὲν
ἀγαθον ἔχει. Περὶ ἧς οὐ δύναταί τις εἰπεῖν ἀκριη
ϐιῖις,,εί μὴ τῆς αὐτῶν γένηται πολιτείας. Οὐ φείδε-
’ται δὲ οὐδὲ εἰδωλολατρείας, οὐ παντὸς είδους κακοῦ.
’Δ δὲ περὶ τὴν θεότητα ἀφειδῶς ἁμαρτάνουσι, καὶ
περὶ τὴν ἀνθρωπότητα (ὁ) ς ταῦτᾶ ἐστι. Περὶ μὲν
γὰρ τὴν θεότητα, οὕτως ὑπειλήφασι ο δύο ἀρχὰς, καὶ
δύο θεοὺς λέγουσιν , ἕνα ἀγαθὸν καὶ ἕνα κακόν. Καὶ
τὰ μὲν κρείττονα τῶν πραγμάτων ἀνατιθέασι τῷ
ἀγαθῷ ⁰ τὰ δὲ χείρονδα, τῷ κακῷ. Οἷον , τὺ μὲν φῶς
ἀνατιθέασι τῷ ἀγαθῷ· Θεῷ · τὺ δὲ σκότος, τῷ κακῷ..
Καὶ πάλιν, ἐπὶ τῶν συνθέτων ζώων, τὴν ὓλην τῷ
κακῷ Θεῷ · τὸ δὲ εἶδος . τῷ ἀγαθῷ Θεῷ. Οὗτοι καί
τινα βιϐλία τῆς Halani; Γ ραφῆς τῷ κακῷ Θεῷ ἀνα-
τιθέασιν· ὥσπερ τὴν ἀπὸ Αἰγύπτου ἔξοδον τῶν
Ἶσραηλιτῶν. Οὐκ ἔστι γὰρ, φασὶ, τοῦ ἀγαθοῦ Θεοῦ,
τὺ ἐκϐαλεῖν αὐτοὺς ἀπὸ Αἰγύπτου, καὶ πολλὰ κακὰ
αὐτοῖς ὕστερον ποιῆσαι. Οὗτοι καὶ βιϐλία τινὰ ἑαυ-
τοῖς καινοτομοῦσι. Λέγουσι γὰρ Εὐαγγέλιον κατὰ Θω-
μᾶν καὶ Φίλιππον , ἅπερ ἡμεῖς οὐκ ἴσμεν. Δι’ οὓς
καὶ ἐκάλεσαν οἱ ἆγιοι Πατέρες, ποῖα ptem δεῖ δέχε-
σθαι ἡμᾶς. Περὶ δὲ τὴν ὲνανθρὼπησιν οὕτως δοξᾶ-
ζουσιν ⁸ οὐχ ὁμολογοῦσιν ἀληθῆ γενέσθαι τὴν ἐναν-
θρώπησιν τοῦ Χριστοῦ, ἀλλά κατὰ φαντασίαν ο καὶ
ἐν τοῖς πάθεσιν ὃτι ἄλλον ἄνθρωπον ὑπέϐαλεν ἀντ’
αὑτοῦ, καὶ αὐτὸς ἔφυγεν. Ἐπιστοῦντο δὲ τὸ τῆς
φαντασίας, ἀπό τινων ῥημάτων ὲν τοῖς Εὐαγγελίοις
κειμένων, ἐξ ὧν λέγουσιν, ὅτι ἒν τῷ ὃρει ὢν μετ-
εμορφώθη καὶ ἄφαντος γέγονε. Καὶ πάλιν, ὄχλου
πολλοῦ περιεστηκότος, ἐξένευσεν ὀ Ἰησοῦς. Τοῦτο δὲ
αὐκ ἐςτιν ἱκανὸν παραστῆσαι, ὅτι κατὰ φαντασίαν
γέγονεν ἡ ὲνανθρώπησις. Καὶ ἄνθρωποι γὰρ μετ-
εμορφώθησαν, καὶ γεγόνασιν ἄφαντοι. Μετεμορφώθη
’ γὰρ Μωῦσῆς εἰς ἔνδοξον πρόσωπον, ὥστε μῆ δύναο
σθαι τοὺς Ἰουδαίους ἀτενίσαι εἰς αὐτὸν , ἀλλὰ κεκα-
λυμ μένος τὴν ὃψιν ἐλάλει αὐτοῖς. Ἢ φαντώθη δὲ καὶ
ὁ Φίλιππος ,
καὶ ἀπὸ τῆς ὀρεινῆς ἐξαίφνης ἐγένετο
εἰς Ἄζωτον.
Ἐγένετο δὲ καὶ ἄλλη αἵρεσις κατὰ τοὺς χρόνους
τούτους , ἡ Παύλου τοῦ Σαμοσατέως· ὅστις καὶ περὶ
τὴν Osos-ma. ἐσφάλλετο, καὶ περῒ τὴν ὲνανθρώπησιν..
Περὶ μὲν γὰρ τὴν θεότητα, ὅτι Πατέρα μόνον ἔλεγε ο
περὶ δὲ τὴν ἐνανθρώπησιν, ὅτι ψιλὸν ἄνθρωπον ἔλεγε
(ὁ) Ἀνθρ. Ἐνανθρὼπησιν, paulo post intra

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.