PG 88, col. 61

νεσθαι μιᾶς οὔσης τῆς ἐπιφανείας, προσϐάλλει τὸ
πνεῦμα τῆς fidem; Οἶμαί γε, φάσκοντί μοι ταῦτα
τεκμήρια διαφόρων εἶναι ωγκρίσεὼς τε καὶ μίξεως,
οὐδένα τολμᾷν ἀντιφθέγγεσθαι, κᾶν εἴη τοῦ ψεύδους
ἐραστής· μήτοιγε τῶν ἐν προεδρίᾳ ταττόντων ’ἀεὶ
τὴν ἀλήθειαν. ΕΞ δ’ οὐκ ἐξ ἑνὸς ἰδίαν ἔχοντος κίνησιν
τὴν κυκλοφορουμένην, ἀλλ’ ἐκ τῆς τῶν τεσσάρων
στοιχείων ἐδημιουργήθη μίξεως, οὐ περιφέρεται κα-
λῶς. Εἴρηται γὰρ ὡς ἢ κάτω κινηθήσεται, πλεονά·
ζοπος ὲν αὐτῷ τοῦ βαρέως , ἢ πρὸς τὴν ἀνω φορὰν
ἀρθήσεται τούναντίου κατακρατοῦντος, ἢ στήσεται,
εί μηδὲν ἐν αύτῷ πλεονεκτοίη · τοῦτο δὴ καὶ παντὶ¹
ᾳανερόν. Οὐδὲ γὰρ ἀνω φερόμενον, οὐδὲ κάτω, τίς
ὁμολογήσειεν ἑωρακέναι πώποτε ; Λείπεται φάσκειν
αὐτὸν ἐρηρισμὲνον εῖναι. Δεγόντων δὲ, Πόθεν ὲν
ἀπλῷ καὶ ἀποίῳ στοιχείῳ διάφοροι κινήσεις; εἴγε
φασὶ τήν ἐναντίαν ὲλίττεσθαι τῷ παντὶ τοὺς οὓς
πλανήτας ὀνομάζουσιν, ού ψευσθέντες · ὡσαύτως εί
γε κατά τινας, οὒς ό Δημιουργδς ὥρισε χρόνους,
ἐμφανῶς ὡς μηδ’ αὐτοὺς ἀρνεῖσθαι τὴν ἀπὸ ἀνατο-
λῶν ἐπίδοσιν, ούράνιόν τε ποιούμενοι πορείαν.
Εἶτα πάλιν ίλιγγιῶντες ἀπορούμενοι, ὅπερ είωθε
παρέπεσθαι τοῖς τ’ ἀληθὲς ἀποφυγγάνουσι, καὶ ούδε-
μίαν διέξοδον εὑρίσκοντες, ἀναποδισμοὺς καὶ⁹ στηρι-
γμοὺς ποιεῖσθαί φασι τοὺς ἀστέρας. Ἀλλ’, ὦ τὰ πάν-
τα δεινοὶ τοῦ πλέκειν τε καί λύειν · εί κατά φύσιν
αὐτοῖς 1:“. κινεῖσθαι, πόθεν ἡ στάσις; Οὐ γάρ ἐστιν
αὐτοῖς ἐναντίον, ὃ τῆς φυσικῆς αὐτῶν μορφῆς ἑφ-
απτεται. Τίς δὲ τούτους ἐπὶ τὸν ἐναντίον δρόμον
ἀνάγκη βιάζεται μετιέναι; Μή μοι δέ τις ἀπάτην εί-
ναι λεγέτω τῆς ὂψεως ' οὐ γάρ ἐστι μικρὸν ὃ προ-
τρέχουσι μῆκος, ἐξ ἑπομένου δὲ ζωδίου πολλάκις
ὁρῶ-,ται μεθιστάμενοι είς προηγούμενον. Τί δὲ δεῖ
λέγειν, ὅπου γε αὐτοὶ μεταϐάντες ἐπὶ τὰς αὐτῶν τῶν
ἀστέρων ἐπργείανς ὲν οἷς είς ἄκρον ὀκέλλοντες ἀτο-
πίας ού συνιᾶσι στηρίζοντας, ἦτοι ἀναποδίζοντας
ἑαυτοὺς, ἀδρανεῖς τε καὶ φαύλους εἷναις Καὶ τὸν ὲν
Κριῷ πρώην, ἐν Ἰχθύσι δὲ νῦν ὁρώμενον, οὐκ ἐν
etate: τις Ἄρεως, ἀλλ’ ὲν Διὸς ἂν εἴποι, καὶ ποιεῖν
αὐτὸν, οὐχ ἅπερ εἰώθασι ληρωδεϊν ἐνυπάρχοντος αύ-
τοῦ τῷ Κριῷ, ἀλλ’ ὅσας αὐτῷ χαρίζονται διατρέχοντι
τώς Ἰχθύας. Εἰδ⁹ ού συνᾴδουσι τῇ φαινομένῃ κατὰ
τὸ ἔμπαλιν ἀναδρομῇ, πόθεν οὖν ἢ τίνος ἕνεκεν αύ-
to't; ἠ ἔπ’ ἀμφότερα πορεία; Τάχα. δὲ πάλιν αἰτιά-
σονται τούτου τοὺς οὐχ ὁρωμένους ἐπικύκλους ο οὓς
ὑπέθηκαν αὐτοῖς ὀχήματα, καὶ ἐπὶ τούτων αὐτοὺς
φέρεσθαι διισχυριζόμενοι· ἀλλ’ οὐδὲν ἔσται περισσὸν
εκ γε τούτου τοῦ μηχανήματος· ἀπαιτήσομεν γὰρ
αὐτοὺς, δι’ ἣν αἰτίαν ὀχημάτων ἐδέησεν αὐτοῖς’ ὡς
οὐ δυναμένους ἄρα κινεῖσθαι; καὶ πῶς ὲψυχωμένους
αὐτοῦς ἂν εἴποιτε, καὶ θειοτέραις ψυχαίς; Ἀλλ’ ὡς
δυναμένουςς καταγέλαστον οἶμαί γε καὶ τὸ ἐννοεῖν.
Διατί δὲ ἡ σελήνη καὶ ό ἥλιος ἐπικύκλων οὐκ ἔτυχονς
ὡς οὐκ ἄξιοι διὰ τὴν ὔιρεσιν; Ἀλλ’ ού νηφόντων ὁ
λόγος · ἀλλὰ σπάνει τῆς ἐπιτηδείας ὕλης οὐκ ἡδυ-

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.