PG 88, col. 680

νησις, ἑκούσιος θάνατος, ἀπερίεργος ζωὴ, ἀμέριμνος
κίνδυνος (4) , ἀμελέγητος [ἀμελέτητος] Θεοῦ ἀπολο-
γία’ ἀφοὸία θανάτου, ἀκίνδυνος πλοῦς, ὑπνοῦσα ὁδοι-
πορία. ’Υπακοή ἐστι μνῆμα θελήσεως, καὶ ἐγερσις
ταπεινώσεως· οὐκ ἀντερεῖ, ἢ διακρίνει νεκρῦς ἐν ἀγα-
θοῖς, ἢ τὸ δοκεῖν πονηροῖς. 'U γὰρ (5) θανατώσας
αὑτοῦ εὐσεϐῶς τὴν ψυχὴν, ὑπὲρ πάντων ἀπολογή-
σεται. ’Υπακοὴ ἐστιν ἀπόθεσις (6) διακρίσεως ὲν
πλούτῳ διακρίσεως, ἀρχὴ (7) μὲν νεκρὼσεως, καὶ ψυ-
χῆς θελή ματος, καὶ μέλους σώματος πόνος· μεσότης δέ
ποτε μὲν πόνος, ποτὲ δὲ ἀπονίαο τέλος δὲ ἀναισθησία
Β λοιπὸν πᾶσα, καὶ ἀκινησία πόνουο τότε πονῶν ὁρᾶται,
καὶ ἀλγυνόμενος ὁ ζῶν νεκρὸς οὗτος ὁ μακαρίτης, ὅταν
ἑαυτὸν ὅψεται τὸ οἰκεῖον ποιοῦντα θέλημα, δεδοικότα
τὴν βασταγὴν τοῦ ἑαυτοῦ κρίματος.
Ὅσοι (8) πρὸς τὸ στάδιον τῆς νοερᾶς ὁμολογίας
ὲπεχειρήσατε ἀποδύσασθαιο ὅσοι τὸν τοῦ Χριστοῦ ζυ-
γδν ἐπὶ τὸν οἰκεῖον αὐχένα ἆραι βούλεσθε’ ὅσοι ἐκ
τούτου τὸ ἑαυτῶν φορτίον ἐπὶ τὸν τοῦ ἑτέρου τράχη-
λον ἐπιθεῖναι σπουδάζετε· ὅσοι τάς ἑαυτῶν ὠνὰς γρᾶο
ψαι ἑκουσίως σπεύδετε, καὶ ἀντ’ ἐκείνων ἐλευθερίαν
γραφῆναι ὑμῖν βούλεσθε· ὅσοι χερσὶν ἑτέρων ἀνυψού-
μενοι νηχόμενοι τὸ μέγα τοῦτο περαιοῦσθε πέλαγος,
γνῶτε ὡς σύντομόν τινα, καὶ τραχεῖαν ὁδὸν βαδίζειν
έπεχειρήσατε, μίαν πλάνην καὶ μόνην ὲν αὐτῇ κε-
κτημένοι, αῦτη δὲ καλεῖται (9) ίδιορυθμία· ,6 γὰρ
ταύτην εἰς ἅπαν ἀπαρνησάμενος, ιν οἷς δοκεῖ εἶναι
καλοῖς (l0), καὶ πνευματικοῖς, καὶ θεαρέστοις πρὸ
τοῦ βαδίζειν ἔφθασεν. ’Υπακοὴ γάρ ἐστιν ἀπιστία
ἑαυτῷ ὲν τοῖς καλοῖς ἅπασι μέχρι τέλους ζωῆς. Μέλ-
λοντες ὲν Κυρίῳ τὸν ἑαυτῶν αὐχένα κλίνειν, σκοπῷ
μὲν καὶ λόγῳ ταπεινοφροσύνης, καὶ κυρίως τὴν ἡμῶν
σωτηρίαν ἑτέρῳ, ὲν Κυρίῳ πιστεύειν· πρὸ μὲν τῆς
εἰσόδου, εῖπερ τις πονηρία, καὶ φρόνησις παρ’ ἡμῖν
τυγχάνει, τὸν κυϐερνήτην ἀνακρίνωμεν, καὶ ἐξετάσω-
μεν, καὶ , ἶν’ οὕτως εἴπω, πειράσωμεν, ἵνα μὴ τῷ
ναύτῃ ὡς κυϐερνήτῃ, καὶ τῷ νοσοῦντι ὡς ἰατρῷ, καὶ
τῷ ὲμπαθεῖ ὡς ἀπαθεῖ, καὶ τῷ (ll) πελάγει ὡς
’λιμένι περιπεσόντες, ἕτοιμον ἑαυτῆς εύρήσωμεν
ναυάγιον. Μετά δὲ τὴν ὲν τῷ σταδίῳ λοιπὸν τῆς εύ-
σεὸείας, καὶ ὑποταγῆς εἴσοδον, (li) μηκέτι τὸνκαλὸν
ἡμῶν ἀγωνοθέτην ἓν τινι τὸ σύνολον (15) ἀνακρίνω-
μεν, κᾶν τινα ὲν αὐτῷ ὡς ὲν ἀνθρώπῳ ἴσως ἔτι βρα-
χέα πλημμελήματα θεασώμεθα. El δὲ μὴ, οὐδὲν ἐκ
τῆς ὑποταγῆς oi ἀνακρίνοντες ὠφελούμεθα. Ἀνάγκη
πᾶσα τοὺς βουλομένους ὲν τοῖς ὲπιστατοῦσι πίστιν
·ὰδίστακτον διὰ παντὸς κατέχειν, τὰ τούτων κατορθώ-
ματα ὲν τῇ αὐτῶν καρδίᾳ ἀνεξάλειπτα, καὶ ἀείμνη-
στα φυλάττειν, ’ίνα ὅτε οί δαίμονες ἡμῖν ἀπιστίαν
πρὸς αὐτοὺς σπείρωσιν, ὲκ τῶν ὲν ἡμῖν μνη μονευο;ιέ-
νων ἁποφιμώσωμεν. Καθόσον γάρὴ πίστις θάλλει iv

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.