PG 93, col. 13

esse versione Comitoliana.
enoEhII
uλλὰ τοῖς παλαιοτέροις ἔδοξε περὶ τῆς προκειμέ-
νης συγγραφῆς· οοἱ μὲν γὰρ τοῦ ἀγίου ὑπεραπολο-
γούμενοι, λέγουσιν ὅτι πρὸ τῆς χάριτος γεγονὼς,
καὶ μηδὲν ἐλπίζων ἔσεσθαι κατὰ τόνδε τὸν βίον,
ἐπειδὴ τῆς τῶν ὀρωμένων εὐδαιμονίας ἀφῃρέθη,
χρημάτων καὶ παίδων, καὶ τῇ ἀνηκέστῳ περιεβέ-
βλητο νόσῳ, εἰκότως ἐδυσχέραινεν. Οὐδὲν γὰρ ἑαυτῷ
συνειδὼς ἄδικον, οὐ δίκαια πάσχειν νομίζων, ἐτα-
ράττετο· καὶ οὐδὲν μὲν εἰς Θεὸν ἐδυσφήμησεν, ὅπερ
μάλιστα τῷ διαβόλῳ διὰ σπουδῆς ἦν. Πλὴν οὐκ ἐφύ-
λαξε τὸ πρὸς Θεὸν ἀκρότατον σέβας, τῷ ὅλως ἀμ-
φισβητῆσαι περὶ τὴν αὐτοῦ πρόνοιαν, διὰ τί μὴ τὸ
κριτικὸν αὐτοῦ ἐφὐλαξεν ὁ Θεὸς, ἀλλʼ εἴασε παρὰ
τὴν ἀξίαν κακοῦσθαι· καὶ διὰ τί μὴ φιλανθρωπίας
κατηξίωσεν, εἴπερ ἄρα πονηρίαν [ . suppf. οὐκ]
εἶδεν ἐν αὐτῷ. Οὐκ ἀποδεδώκασιν οὗν οἱ ταῦτα λέ-
γοντες τῷ δικαίῳ Ἰoδ τὴν τελείαν ἀρετὴν, ἀλλʼ ἔφα-
σαν ὅτι καλὸν ἡμῖν ὑπόδειγμα γέγονεν ὁ Ἰὼβ οὕτω
πρὸ τῆς χάριτος ἀγωνισάμενος, ἵνα ἡμεῖς οἱ τῆς
χάριτος ἀπολελαυκότες, ἐπὶ τὰ τελεώτερα λοιπὸν
δδεύωμεν, τὸ τοῦ θειοτάτου Παύλου κατὰ νοῦν λα-
βόντες, ὅς πρὸς τοὺς ἀμφισβητοῦντας σαῖς θείαις
κρίσεσιν ἔφησεν, Μενοῦνγε, ὖ ἄνθρωπε, σὐ τίς εῖ
d dτταποκρνόμενος τῷ Θεῷς Μὴ ἐρεῖ τὸ πλάσμα
τῷ πλάσαντι· ᾶ με ἐποίησας οὕτωςς Ἐτεροι δὲ
καὶ ἐπὶ τῶν χρόνων αὐτῶν τῶν βασιλέων τοῦ τε Ἰού-
δα καὶ τοῦ Ἰσραὴλ γεγονέναι φασίν· ἐγὼ δὲ Θεῷ
πειθόμενος, τῷ μετὰ δικαίων καὶ προφητῶν τὸν ἄν-
δρα συντάξαντι, καὶ διὰ τοῦ θεοφόρου στόματος Ἰε-
ζεχιὴλ τοῦ προφήτου φήσαντι περὶ αὐτοῦ, Ἐὰνστῇ
Nωέ, καὶ Τωβ, καὶ Δανιήῖ, υlοὐς αὐτῶν καὶ θυ-
γατέρας αὐτῶν οὐ μὴ ἐξέλωνται· πείθομαι δὲ καὶ
τῷ λέγοντι, ἡν ὑπομονὴν Τὼδ ήκούσατε, καὶ τὸ
τέλος Κυρίου εἴδετε· τὸν μὲν ἄνδρα θαυμαστόν
τινα καὶ ἀποστολικὸν εἶναι πείθομαι, καὶ προφητι-
κῆς ἀξιωθέντα χάριτος, εἴτε καὶ πρὸ τῶν παλαισμά-
των, σἴτε καὶ ἐν αὐτοῖς μέσοις τοῖς ἀγωνίσμασι·
τέλειος οὖν ἦν τὴν ἀρετὴν, καὶ τῆς τοῦ Θεοῦ μαρτυ-
ρίας ἄξιος. Πάλιν τε τοῖς ἱεροῖς ἀποστόλοις ἀκολου-
θῶν, καὶ τοῖς ἀγιωτάτοις ἡμῶν Πατράσιν, οἴτινες
ἐκ τῶν ἀποστόλων τὸ βιβλίον παρειληφότες, κατὰ
τὴν τῶν Ἐβδομήκοντα ἐρμηνείαν ἐκδεδομένον, ἐν
⁵ Rom. α, 20. ⁵ Εαeh.Xν, I2. ⁵ Jac. v, II.

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.